[ ] Euboia — Eretria — late 4th c. BC
1         θεοί.
Ἐλπίνης εἶπεν· ἐπειδὴ
Φανοκλῆς Φανιάδου Πτε-
λεάσιος ἀνὴρ ἀγαθός ἐστι
5 περὶ τὸν δῆμον τῶν Ἐρετριέ-
ων, ἐπαινέσαι αὐτὸν καὶ εἶ-
ναι πρόξενον καὶ εὐεργέ-
την καὶ αὐτὸν καὶ ἐκγόνους,
ἀναγράψαι δὲ καὶ ἐν στήλει
10 λιθίνει τὴν προξενίαν καὶ στῆ-
σαι ἐν τῶι τῆς Ἀρτέμιδος ἱε-
ρῶι καὶ εἶναι αὐτοῖς πρόσοδον
πρὸς τὴν βουλὴν καὶ τὸν δῆ-
μον πρώτωι μετὰ τὰ ἱερά.
Search Help
Contact Us