[ ] Euboia — Eretria — 410-390 BC
1 [— — — — — — — — — — —]ας
[— — — — — — ποι]ῆ̣σ̣αι τοὺ-
[ς περὶ ․․․․]ν τὴν συμμαχί-
[ην κατὰ τ]ὰ σύνγραφα, εἰ δὲ
5 [μὴ τὰς] νῦν ἀρχάς, ὁπόραι ἄ-
[ρχ]ουριν ἐν ἑκατέρει τεῖ
πόλει. ἐπανανεο͂σθαι δὲ τ-
ὸν ὅρκον κατὰ τὴν Ὀλυμμπ-
ιάδα ἑκάστην τὰς ἀρχὰς ὀ-
10 μνυούρας· ὁπότεροι δ’ ἂμ π-
αραβαίνωριν τὰς συνθήκ-
ας, ἀποτίνειν τὰ δέκα τάλ-
αντα· τῶν δὲ δέκα ταλάντω-
ν τὸ ἐπιδέκατον ἱερὸν εἶ-
15 ναι τοῦ Ἀπόλλωνος· ἀναγρ-
άψαι δὲ τὰς συνθήκας ἐν σ-
τήλει Ἐρετριᾶς μὲν Ἀμαρ-
υνθοῖ, Ἱσστιαιᾶς δὲ ἐπὶ Κ-
ηναίωι ἐν τοῖ ἱεροῖ.
Search Help
Contact Us