| 1 | [Τιμο]τέλ[ε]ς Ἀχαρνε[ὺς] ἐγραμμάτευε. |
| [ἔδοχσ]εν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυτάνευε, Τιμοτέ- | |
| [λες ἐ]γραμμάτευε, Κυκνέας ἐπεστάτε· τάδε οἱ χσυγγραφε͂ς χσυνέ- | |
| [γρ]αφσαν· ἀπάρχεσθαι τοῖν θεοῖν το͂ καρπο͂ κατὰ τὰ πάτρια καὶ τὲ- | |
| 5 | ν μαντείαν τὲν ἐγ Δελφο͂ν Ἀθεναίος ἀπὸ το͂ν ℎεκατὸν μεδίμνον [κ]- |
| ριθο͂ν μὲ ἔλαττον ἒ ℎεκτέα, πυρο͂ν δὲ ἀπὸ το͂ν ℎεκατὸν μεδίμνον μ- | |
| ὲ ἔλαττον ℎεμιέκτεον· ἐὰν δέ τις πλείο καρπὸν ποιε͂ι ἒ τ[οσοῦτο]- | |
| ν ἒ ὀλείζο, κατὰ τὸν αὐτὸν λόγον ἀπάρχεσθαι. ἐγλέγεν δὲ [τὸς δ]εμ- | |
| άρχος κατὰ τὸς δέμος καὶ παραδιδόναι τοῖς ℎιεροποιοῖς τοῖς | |
| 10 | Ἐλευσινόθεν Ἐλευσῖνάδε. οἰκοδομε͂σαι δὲ σιρὸς τρε͂ς Ἐλευσῖν- |
| ι κατὰ τὰ πάτρια ℎόπο ἂν δοκε͂ι τοῖς ℎιεροποιοῖς καὶ το͂ι ἀρ[χ]ιτ- | |
| έκτονι ἐπιτέδειον ἐ͂ναι ἀπὸ το͂ ἀργυρίο το͂ τοῖν θεοῖν. τὸ[ν δὲ κα]- | |
| ρπὸν ἐνθαυθοῖ ἐμβάλλεν ℎὸν ἂν παραλάβοσι παρὰ το͂ν δεμάρ[χον], | |
| ἀπάρχεσθαι δὲ καὶ τὸς χσυμμάχος κατὰ ταὐτά. τὰς δὲ πόλες [ἐγ]λ[ο]- | |
| 15 | γέας ℎελέσθαι το͂ καρπο͂, καθότι ἂν δοκε͂ι αὐτε͂σι ἄριστα ὁ καρπὸ- |
| [ς] ἐγλεγέσεσθαι· ἐπειδὰν δὲ ἐγλεχθε͂ι, ἀποπεμφσάντον Ἀθέναζε· | |
| τὸς δὲ ἀγαγόντας παραδιδόναι τοῖς ℎιεροποιοῖς τοῖς Ἐλευσι- | |
| νόθεν Ἐλευσῖνάδε· ἐ[ὰ]ν δὲ μὲ παραδέχσονται πέντε ἑμερο͂ν vvvv | |
| ἐπειδὰν ἐπαγγελε͂ι, παραδιδόντον το͂ν ἐκ τε͂ς πόλεος ℎόθεν ἂν [ἐ͂]- | |
| 20 | [ι] ὁ κα[ρπ]ός, εὐθυνόσθον ℎοι ℎιεροποιοὶ χιλίαισιν v δραχμε͂σι [ℎ]- |
| [έκασ]τος· καὶ παρὰ το͂ν δεμάρχον κατὰ ταὐτὰ παραδέχεσθαι. [κέρ]υ- | |
| [κα]ς δὲ ℎελομένε ℎε βολὲ πεμφσάτο ἐς τὰς πόλες ἀ[γ]γέλλον[τ]ας [τὰ] | |
| [νῦν] ℎεφσεφισμένα το͂ι δέμοι, τὸ μὲν νῦν ἐ͂ναι ℎος τάχιστα, τὸ δὲ [λ]- | |
| οιπὸν ℎόταν δοκε͂ι αὐτε͂ι. κελευέτο δὲ καὶ ℎο ℎιεροφάντες καὶ [ὁ] | |
| 25 | δαιδο͂χος μυστερίοις ἀπάρχεσθαι τὸς ℎέλλενας το͂ καρπο͂ κατὰ |
| τὰ πάτρια καὶ τὲν μαντείαν τὲν ἐγ Δελφο͂ν. ἀναγράφσαντες δὲ ἐ[μ] | |
| πινακίοι τὸ μέτρον το͂ καρπο͂ το͂ τε παρὰ το͂ν δεμάρχον κατὰ τὸ[ν δ]- | |
| [ε͂]μον ℎέκαστον καὶ το͂ παρὰ το͂ν πόλεον κατὰ τὲν πόλιν ℎεκάσ[τεν] | |
| [κ]αταθέντον ἔν τε το͂ι Ἐλευσινίοι Ἐλευσίνι καὶ ἐν το͂ι βολ[ευτ]ε- | |
| 30 | [ρ]ίοι. ἐπαγγέλλεν δὲ τὲν βολὲν καὶ τε͂σι ἄλλεσι πόλεσιν [τ]ε͂[σι] ℎε- |
| [λ]λενικε͂σιν ἁπάσεσι, ℎόποι ἂν δοκε͂ι αὐτε͂ι δυνατὸν ἐ͂ναι, λ[έγο]ν- | |
| τας μὲν κατὰ ℎὰ Ἀθεναῖοι ἀπάρχονται καὶ οἱ χσύμμαχοι, ἐκέ[νοι]- | |
| [ς] δὲ μὲ ἐπιτάττοντας, κελεύσοντας δὲ ἀπάρχεσθαι, ἐὰν βόλονται, | |
| [κ]ατὰ τὰ πάτρια καὶ τὲν μαντείαν τὲν ἐγ Δελφο͂ν. παραδέχεσθαι δ- | |
| 35 | ὲ καὶ παρὰ τούτον το͂ν πόλεον ἐάν τις ἀπάγει τὸς ℎιεροποιὸς κα- |
| τὰ ταὐτά. θύεν δὲ ἀπὸ μὲν το͂ πελανο͂ καθότι ἂν Εὐμολπίδαι [ἐχσℎε]- | |
| [γο͂]νται, τρίττοιαν δὲ βόαρχον χρυσόκερον τοῖν θεοῖν ℎεκα[τέρ]- | |
| [αι ἀ]πὸ το͂ν κριθο͂ν καὶ το͂ν πυρο͂ν καὶ το͂ι Τριπτολέμοι καὶ το͂ι [θε]- | |
| ο͂ι καὶ τε͂ι θεᾶι καὶ το͂ι Εὐβόλοι ℎιερεῖον ℎεκάστοι τέλεον καὶ | |
| 40 | τε͂ι Ἀθεναίαι βο͂ν χρυσόκερον· τὰς δὲ ἄλλας κριθὰς καὶ πυρὸς ἀπ- |
| οδομένος τὸς ℎιεροποιὸς μετὰ τε͂ς βολε͂ς ἀναθέματα ἀνατιθέν- | |
| αι τοῖν θεοῖν, ποιεσαμένος ℎαττ’ ἂν το͂ι δέμοι το͂ι Ἀθεναίον δοκε͂- | |
| ι, καὶ ἐπιγράφεν τοῖς ἀναθέμασιν, ℎότι ἀπὸ το͂ καρπο͂ τε͂ς ἀπαρχε͂- | |
| ς ἀνεθέθε, καὶ ℎελλένον τὸν ἀπαρχόμενον· [τοῖ]ς δὲ ταῦτα ποιο͂σι | |
| 45 | πολλὰ ἀγαθὰ ἐ͂ναι καὶ εὐκαρπίαν καὶ πολυκαρπία[ν, ℎοί]τινες ἂν |
| [μ]ὲ ἀδικο͂σι Ἀθεναίος μεδὲ τὲν πόλιν τὲν Ἀθεναίον μεδὲ τὸ θεό. v | |
| [Λ]άμπον εἶπε· τὰ μὲν ἄλλα καθάπερ αἱ χσυγγραφαὶ τε͂ς ἀπαρχε͂ς το͂ | |
| καρπο͂ τοῖν θεοῖν· τὰς δὲ χσυνγραφὰς καὶ τὸ φσέφισμα τόδε ἀναγ- | |
| ραφσάτο ℎο γραμματεὺς ℎο τε͂ς βολε͂ς ἐν στέλαιν δυοῖν λιθίναι- | |
| 50 | ν καὶ καταθέτο τὲν μὲν Ἐλευσῖνι ἐν το͂ι ℎιερο͂ι τὲν δὲ ℎετέραν [ἐ]- |
| μ πόλει· ℎοι δὲ πολεταὶ ἀπομισθοσάντον τὸ στέλα· ℎοι δὲ κολ[ακρ]- | |
| έται δόντον τὸ ἀργύριον. ταῦτα μὲν πε[ρ]ὶ τε͂ς ἀπαρχε͂ς το͂ καρ[π]ο͂ [τ]- | |
| οῖν θεοῖν ἀναγράφσαι ἐς τὸ στέλ[α], με͂να δὲ ⋮⋮⋮ ἐμβάλλεν ℎεκατονβ- | |
| αιο͂να τὸν νέον ἄρχοντα τὸν δὲ βασ[ι]λέα ℎορίσαι τὰ ℎιερὰ τὰ ἐν τ[ο͂]- | |
| 55 | ι Πελαργικο͂ι, καὶ τὸ λοιπὸν μὲ ἐνℎιδρύεσθαι βομὸς ἐν το͂ι Πελα- |
| ργικο͂ι ἄνευ τε͂ς βολε͂ς καὶ το͂ δέμο, μεδὲ τὸς λίθος τέμνεν ἐκ το͂ [Π]- | |
| ελαργικο͂, μεδὲ γε͂ν ἐχσάγεν μεδὲ λίθος. ἐὰν δέ τις παραβαίνει v | |
| τ⋮⋮⋮ούτον τι, ἀποτινέτο πεντακοσίας δραχμάς, ἐσαγγελλέτο δὲ ℎ- | |
| [ο] βασιλεὺς ἐς τὲν βολέν. περὶ δὲ το͂ ἐλαίο ἀπαρχε͂ς χσυγγράφ- | |
| 60 | σας Λάμπον ἐπιδειχσάτο τε͂ι βολε͂ι ἐπὶ τε͂ς ἐνάτες πρυτανείας· |
| ℎε δὲ βολὲ ἐς τὸν δε͂μον ἐχσενενκέτο ἐπάναγκες. |
IG I³
78,a