[ ] Thasos — 2nd/1st c. BC
1 ἔδοξεν τοῖς Ποσειδωνιασταῖς τοῖς μετ’ ἐπω-
νύμου Ἀγαθοκλείους τοῦ Ἀγαθοκλείους·
ἐπειδὴ Πυθίων ὁ Ἡρακλείδου ἀπὸ τῆς
πρώτης ἡλικίας ἀκόλουθος γινό-
5 μενος τῆς τῶν προγόνων ἀρετῆς,
αἱρεθεὶς ἐπιμήνιος ἐν τῶι ἐν<ι>αυ-
τῶι τῶι ἐπὶ Ἀγασιφῶντος τήν τε
δαπάνην ἐποιήσατο ἐκ τοῦ ἰδί-
ου βίου πᾶσαν οὖσαν οὐ μικράν,
10 βουλόμενος ἐπαύξειν τὰς κοινὰς
προσόδους ὅσον ἐφ’ ἑαυτῶι
καὶ ἐν μηθενὶ λείπεσθαι τῶν κα-
[λ]ῶν καὶ πρὸς ἀρετὴν ἀνηκόντων· ὅ-
[πως ἂν οὖν ἡ] σύνοδος εὐχάριστος
15 [φαίνηται, ἀγαθῆι τύχ]ηι δεδόχθαι
[τῆι συνόδωι τῶν Ποσειδω]νιαστῶν
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us