[ ] Thasos — 2nd c. BC
1 ἀγαθῆι τύχηι.
ἔδοξεν τοῖς Σαραπιασταῖς
τιμῆσαι τὴν ἐπωνυμίαν
τῶν Σαραπιαστῶν· ὁ δὲ
5 ἀγοράσας τὴν ἐπωνυμίαν
ἕξει γέρα παρὰ τοῦ κοινοῦ
τάδε· ἀνακείσεται ἐν τῆι
κλισίαι τῆι ἱερᾶι ἔχων στρόφιο[ν]
λευκόν· καὶ στεφανωθήσεται
10 κοινῆι καθ’ ἑκάστην σύνοδον ὑπ[ὸ]
τοῦ δοχέως τῶι ἐπωνύμωι στεφά-
νωι, ἀναγγελίας γινομένης ὑπὸ
τοῦ ἱεροκήρυκος· καὶ τὰς προσωνυμ[ί]-
ας τῶν διοικημάτων περὶ ὧν ἂν οἱ
15 Σαραπιασταὶ διοικῶσιν ἕξει παρὰ τ[οῦ]
κοινοῦ εἰς ἅπαντα τὸν χρόνον ἕως
ἂν ζῆι· καὶ ἐν τῶι κώθωνι συνομό-
ψηφος ἔσται μετὰ τοῦ ἱερέως καὶ
τοῦ γραμματέως καθότι καὶ ἐκεί-
20 νοις προστέ[τα]κται ἐν τῶι νόμωι·
ὁ δὲ ἀγοράσας τὴν ἐπωνυμίαν
δώσει τὴμ μὲν πρώτην καταβολὴ[ν]
ἐν τῶι Γαλαξιῶνι τῶι ἐπὶ Λεωνίδου,
τὴν δὲ <δε>υτέραν ἐν τῶι ἐνιαυτῶι
25 τῶι μετὰ Λεωνίδην, τὴν δὲ
τρίτην ἐν τῶι μετὰ ταῦτα ἔτ[ει]
κατὰ ταὐτά· ἀπὸ δὲ τοῦ διαφόρ[ου]
τούτου ὅπως ἂν ἀναγραφῆι τὰ
δοχθέντα ἐν τῶι ἱερῶι καὶ τὰ
30 ὀνόματα τοῦ τε ἔχοντος τὴν
ἐπωνυμίαν καὶ τῶν συνσαρα-
πιαστῶν, ἐπιμελὲς γενέσθω
τῶι τε ἐπωνύμωι καὶ τῶι γραμμ[α]-
τεῖ, καὶ ἀναγραφήτω ἐν τῶι ἱερῶι
35 ἐν τῶι ἐπιφανεστάτωι τόπωι,
οὗ ἂν βούληται ὁ ἐπώνυμος.
ἐπρίατο Ὑψικλῆς Στασιμένου
δραχμῶν ἐνενήκοντα ἕξ.
ἐπώνυμος· Ὑψικλῆς Στασιμένου.
40 Σαραπιασταί· Διόδωρος Ἀρχεδήμ[ου],
Ἀριστέας Παρμένοντος,
Παιέστρατος Πυθίππου,
Πολυκράτης Φιλοκράτου,
Φιλίσκος Κλέωνος,
45 [— — — — — — — —]
Search Help
Contact Us