[ ] Skyros — mid-2nd c. BC
1 *NIKASI/WN *DHMHTRI/OU *)ATHNEU\S EI)=PEN: E)PEIDH\ TH=S
καταλεγείσης κανηφόρου ὑπὸ τοῦ ἄρχοντος Ἀθη-
νίωνος τοῦ Διονυσ<ί>ου Ἁρμοξένας(!) ὁ πατὴρ Ἀρκεσί-
δημος τήν τε πομπὴν ἐπευσχημόνησε ὡς ἠδύ-
5 νατο βέλτιστα καὶ θῦμα παρέστησεν τῶι
θεῶι καὶ τὰ λοιπὰ ἀνεστράφη φιλοτίμως
καὶ εὐσεβῶς καὶ ἀκολούθως τῆι Ἀθηναίων προ-
αιρέσει· ὅπως οὖν ἐφάμιλλος ἦι πᾶσι τοῖς φιλο-
τιμεῖμ βουλομένοις καὶ φιλοδο〚{ξ}——〛-
10 〚․․․〛ξοῦσιν {²⁶φιλοδοξοῦσιν}²⁶ εἰς τὸν δῆμον· ἀγαθῆι τύχηι· δεδόχθαι
τῶι δήμωι ἐπαινέσαι Ἀρκεσίδημον Πεισικράτου
Ῥαμνούσιον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θε-
οὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον καὶ στε{φα}-
φανῶσαι {²⁶στεφανῶσαι}²⁶ αὐτὸν κιττοῦ στεφάνωι. ἀναγράψαι δὲ
15 καὶ τὸ ψήφισμα τόδε τὸν γραμματέα τοῦ δήμου
ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν ἀγορᾶι. εἰς δὲ τὴν
ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερί-
σαι τὸν ταμίαν τοῦ δήμου τὸ γενόμενον ἀνήλω-
μα.
19a            {²in corona hederacea:}²
20                  ὁ δῆμος.
Search Help
Contact Us