[ ] Peparethos — shortly after 197? BC
1 [Ε]ὔαθλος εἶπεν, Διονυσόδωιρος ἐπεψήφισ̣ε̣·
ἐπειδὴ Φιλόξενος Φιλοξένου Ἀθηναῖος ἀνὴρ ἀ-
γαθὸς ὢν καὶ εὔνους ὑπάρχων διατελεῖ τεῖ πό-
λει ἡμῶν χρείας τε παρέχεται καὶ κοινῆι καὶ κα-
5 [τ’] ἰδίαν τοῖς δεομένοις τῶμ πολιτῶν, τόν
[τ]ε ναὸν τῆς Ἀθηνᾶς ἐργολαβήσας μεταγα-
[γ]εῖν καὶ οἰκοδομῆσαι̣ ἐ̣μ πλείοσιν τε τῶμ περ[ὶ]
τ̣ὸ ἔργον ἀνέστραπται συμφερόντως τεῖ
πόλει, τό τε ἔργον συνετέλεσεγ κατὰ τὴ[ν]
10 συγγραφὴν εὐαρέστως, ἐπεδέξατο δὲ
μετάξειμ μετὰ τοῦ [ἀ]ρχιτέκτονος τήν
[τ]ε βάσιγ καὶ τὸ ἄγαλμα καὶ κατέστησεν εἰ-
[ς] τὸν ναὸν ἰδίοις δαπανήμασιν, καὶ τὸν βω-
μὸμ μεταγαγὼν κατεσκεύασεν καθὼς ὁ δ[ῆ]-
15 μος παρεκάλεσεν αὐτόν· ἵνα οὖν καὶ ὁ ἡμέ-
τερος δῆμος εὐχάριστος ὢμ φαίνηται καὶ
[τ]ιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ χάριτας
[ἀ]πονέμων ἀξίας τῶν εἰς ἑαυτὸν γινομέ-
[ν]ων εὐεργετημάτων, δεδόχθαι τεῖ βουλεῖ κα[ὶ]
20 [τ]ῶι δήμωι τῶι Πεπαρηθίων· ἐπαινέσαι Φι-
[λ]όξενομ Φιλοξένου Ἀθηναῖον καὶ εἶναι αὐ-
[τ]ὸμ πρόξενογ καὶ εὐεργέτην τῆς πόλεως ἡ-
μ̣ῶν καὶ τοὺς ἐκγόνους αὐτοῦ, δεδόσθαι δ[ὲ]
[α]ὐτῶι καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ προ-
25 [δ]ικίαν ἄνευ ἐπιδεκάτωγ καὶ προεδρίαν ἐν
[τ]οῖς τῆς πόλεως ἀγῶσιγ καὶ πρόσοδον πρὸ-
[ς] τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ
τὰ ἱερὰ καὶ Ῥωμαίους καὶ ἀσφάλειαγ καὶ πολ[έ]-
μου καὶ εἰρήνης καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλ-
30 [λ]οις προξένοις ἐκ τῶν νόμων ὑπάρχει, στεφα-
[ν]ῶσαι δὲ αὐτὸγ κιττοῦ στεφάνωι τῶι πατρίωι τοῦ θε-
[ο]ῦ καὶ ἀναγορεύειν Διονυσίων ᾗ τραγωιδοί, τῆς δὲ ἀν[α]-
γ̣ορεύσεως τοῦ στεφάνου ἐπιμελείσθωσαν οἱ ἄρχον-
τες οἱ κατ’ ἐνιαυτὸγ γινόμενοι, καλεσάτωσαν δὲ αὐτὸν
35 οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον ἐπὶ τὴγ
[κ]οινὴν ἑστίαν, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰστήλη[ν]
[λ]ιθίνην καὶ στῆ[σα]ι ἐν τῶι προνά̣ωι τῆς Ἀθηνᾶς τῆς Πολι-
[ά]δος.
Search Help
Contact Us