[ ]
Thasos
| 1 | Κατίλλιός μοι χρ[ηστὸς ὢν ὁ]μ̣ευνέτης |
| Δημητρίᾳ τόδ’ ἐπὺ δωμήσας λίθου | |
| ἀγλάϊσμα λέκτρων ε<ἵ>νεκεν σεμνῶν πόρεν· | ἔτη δέ μ̣οι π̣έντ’ ἠδὲ καὶ δ̣[ὶς εἴκοσι] | |
| ζωῆς παρέσχεν ἐν βροτοῖς Μοιρῶν νόμος. | |
| 5 | εἰ καὶ χηλὸς ἔχει δέμας ἀγλαόν, αὐτὰρ ἐς αἴθρην |
| ψυχὴ ἔβη ἐμέθεν· φθένξομ’ ἀριφραδέως· | |
| ἠϊθέοις γὰρ ἔδωκε θεὸς μετὰ μοῖραν ὀλέθρου | |
| ὡς ζώουσι λαλῖν πᾶσιν ἐπιχθονίοις. | |
| οὔθ’ ἅμα παρθενικῇσιν ἐγὼ χορὸν εὐρὺν ἄθυρον, | |
| 10 | (ἤκαχε γάρ με λυγράν, μῆτερ ἀποφθιμένη) |
| οὔτε με νυμφοκόμοις θαλάμοισιν ἐσεῖλκεν ὁ σ[εμνὸς] | |
| κουρίδιον γενέτης πρὸς πόσιν ἐρχομένην· | |
| ἀλλ’ ἔτι μ’ ἀδμήτην, ἀταλόφρονα, μοῖρ’ ἐκίχανεν | |
| Χρυσίδα καὶ γαμίης ἐλπίδος ἐστέρεσεν· | ὀ[κτωκαιδεκ]έτιν δὲ πατὴρ φίλος ἔνθα λάεσσι[ν] | |
| 15 | ἀϊδίου μνήμης τύνβον ἐπᾶ[ρε κόρῃ]. |