[ ] Thasos
1 Ἰουλία Ἰουλιανὴ Φλα. Οὐ{ι}αλ. {²⁶Οὐαλ.}²⁶ Πα-
ραμόνῳ τῷ γλυκυτάτῳ συμβίῳ
κατ[ε]σκεύασα τὸ ἀνγεῖον κα[ὶ] ἑαυ-
τῇ. μηδένα δὲ ἕτερον καταθέσθαι
5 ἐν αὐτῷ πτ[ῶ]μα· εἰ δέ τ[ι]ς βουλη-
θῇ καταθεῖναι, δώσει τῇ πόλει
(δην.) ͵βφʹ.
Φλάουι Οὐαλέρι Παράμονε χαῖρε.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server