[ ]
Thasos — beg. 3rd c. BC
1 | ἀ̣ρχόντων Ἀριστοκλεῦς τ̣οῦ Σατύρου, Ἀριστ̣[ο]μένευς τοῦ Ἀμω[μήτ]ου̣, Ε̣ὐ̣στ̣ρ̣[άτου] |
τοῦ Βιτίωνος, θευροὶ ἀνέγραψαν Ἀμφηρίδης Σιμαλίωνος, Εὔφριλλος Παγχάρευς, Τιμοκλῆ[ς] | |
Χοίρου κατὰ ψήφισμα βουλῆς καὶ δήμου· ἀγαθῆι τύχηι· ἐπειδὴ Πολυά̣ρητος ὁ Ἱστιαίου πρόξενος | |
ὢν καὶ εὐεργέτης τῆς πόλεως ἀνὴρ ἀγαθὸς γεγένηται περὶ τὴν πόλιν τὴν Θασίων καὶ ποεῖ ὅτι δύ- | |
5 | ναται ἀγαθὸν καὶ κοινῆι τὴν πόλιν καὶ ἰδίαι τοὺς ἐντυγχάνοντας αὐτῶι· δεδόχθαι τῆι βουλῆι καὶ |
τῶι δήμωι· ἐπαινέσαι μὲν Πολυάρητον Ἱστιαίου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὴν πόλιν τὴν | |
Θασίων καὶ εἶναι Πολυάρητον πολίτην καὶ τοὺς παῖδας τοὺς Ἱστιαίου τοῦ Πολυαρήτου, Πολυάρητον | |
καὶ Ἀντιγένην καὶ Ἱστιαῖον καὶ τὰς θυγατέρας Παρμένουσαν καὶ Νίκαν καὶ γένος τὸ ἐκ τούτων γε- | |
νόμενον καὶ μετεῖναι αὐτοῖς πάντων ὧν καὶ τοῖς ἄλλοις Θασίοις μέτεστιν· ἰέναι δ’ αὐτοὺς καὶ ἐ̣[πὶ] | |
10 | πάτρην ἣν ἂν πείθωσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς θευροὺς ἐπὶ τὸ τῆς Ἀθηναίης ἱερόν, ἵνα |
ἂν ἀποδείξωσιν οἱ ἄρχοντες· ὅτι δ’ ἂν ἀνάλωμα γίνηται εἰς ταῦτα, δοῦναι τὸν ἱερομνήμονα. μὴ [ἐξεῖ]- | |
ναι δὲ ὑπὲρ τούτων μηδενὶ μήτε εἰπεῖν μήτ’ ἐπε̣[λθεῖ]ν ὑπὲρ λύσιος μήτ’ ἐπιψηφίσαι ἀκρατέα εἶνα[ι ταῦ]- | |
τα τὰ ἐψηφισμένα. ὃς δ’ ἂν παρὰ ταῦτα εἴπηι ἢ ἐπέλθ̣ηι ἢ ἐπιψηφίσηι, τά τε δόξαντα ἄκυρα ἔστω κα[ὶ χι]- | |
λίους στατῆρας ὀφειλέτω ἱεροὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, χιλίους δὲ τῆι πόλει. δικασάσθων δὲ ο̣[ἱ ἀπό]- | |
15 | λογοι· ἂν δὲ μὴ δικάσωνται, αὐτοὶ ὀφειλόντων, δικασάσθων δὲ ἀπόλογοι οἱ μετὰ τούτους αἱρεθέντε[ς]· |
δικασάσθω δὲ καὶ τῶν ἄλλων ὁ ἐθέλων, καὶ ἂν ὁ ἰδιώτης νικήσηι, μετεῖναι αὐτῶι τὸ ἥμυσυ τὴς καταδί[κης]. |