[ ] Samothrace — 288/7-281/0 BC
[— — — — — — — — — — — — — ἐπειδὴ]
1 [βα]σιλεὺς Λυσίμαχος̣ ἔ̣[ν τε τοῖς ἄλλοις]
δ̣ι[ατ]ε̣λεῖ πᾶσαν ἐπιμέλειαμ π̣ο̣ι̣[ού]-
μ̣ενος τοῦ ἱεροῦ καὶ τῆς πόλεως, νῦν [τε]
[τ]οὺς ἀσεβήσαντας εἰς τὸ ἱερὸγ καὶ
5 [ἐ]γχειρήσαντας συλῆσαι τὰ ἀναθήματα̣
[τ]ὰ̣ ἀνατεθέντα [ὑ]πὸ τῶμ βασιλέωγ καὶ
[τ]ῶν ἄλλων Ἑλλήνωγ καὶ ζητήσαντας
[ἐμ]πρῆσαι τὸ τέμενος τῶν θεῶν καὶ
[εἰσ]πηδήσαντας νύκτωρ ἐπ’ ἀδικίαι
10 [καὶ] ἀσεβείαι τοῦ ἱεροῦ μετὰ τῶν ἐπι-
[πλ]ευσάντων ἐγ νυκτῶμ παρὰ
[Πυ]θ̣αγόρου, παραγενόμενος ὁ βασιλεὺ[ς]
[εἰ]ς̣ τοὺς τόπους δέδωκεν ἐγδότους
[τ]ῆ̣ι πόλει καὶ ἀφέσταλκε πρὸς τὸν
15 [δῆμ]ον, ὅπως τύχωσι τῆς προσηκού-
[ση]ς τιμωρίας, καὶ τἆλλα συντέταχε̣
[καλ]ῶ̣ς καὶ μεγαλοπρεπῶς, περὶ
[πλ]εί[σ]του ποιούμενος τὴμ πρὸς τοὺς̣
[θε]ο̣ὺς εὐσέβειαν· ἀγαθῆι τύχηι
20 [βα]σιλέως Λυσιμάχου καὶ τῆς πόλεω[ς]·
[ἐψ]ηφίσθαι τῶι δήμω̣ι· ὅπως ἂν ἀξίας
[χά]ρ̣ιτας ἀποδιδῶι ἡ πόλις τοῖς
[εὐ]εργέταις, ἱδρύσασθαι βωμὸν
[β]ασιλέως Λυσιμάχου εὐεργέτου
25 [ὡ]ς κάλλιστογ καὶ θύειγ κατ’ ἐνιαυτὸν
[κ]αὶ πομπεύειν τοὺς ἐννέα ἄρχοντας
[κ]αὶ στεφανηφορεῖν τοὺς πολίτας
[πά]ντας τῆι ἡμέραι ταύτηι, ποεῖν δὲ — —
Search Help
Contact Us