[ ]
Imbros — 2nd c. BC
| 1 | ἔδοξε τῶι δήμωι. Τηλέας Ἀριστ[ο]- |
| κράτου Χολαργεὺς εἶπεν· ἐπει- | |
| δὴ Λυσανίας εὔνους ἐστὶν τῶι | |
| δήμωι καὶ γινομένης τινὸς ἐπιβου̣- | |
| 5 | λῆς εἰς τὴν νῆσον οὐκ ὠλιώρησε̣[ν] |
| ὀυδὲ ὑπεστείλατο τὸν κίνδυν[ον] | |
| τὸν καθ’ αὑτὸν, ἀλλὰ παρεγένε[το] | |
| καὶ ἀπήνγειλεν τὰ κατὰ τοὺς [ληισ]- | |
| τάς· ὅπως οὖν ὁ δῆμος εὐχάριστ̣[ος] | |
| 10 | ὢν φαίνηται· ἀγαθεῖ τύχει, δεδό[χθαι] |
| τῶι δήμωι ἐπαινέσαι Λυσανίαν̣ | |
| Ἀριστοκράτου Δεραδιώτην καὶ στ̣[ε]- | |
| φανῶσαι χρυσῶι στεφάνωι κατ[ὰ] | |
| τὸν νόμον εὐνοίας ἕνεκα καὶ φ[ιλο]- | |
| 15 | [τιμ]ί̣ας τῆς εἰς τὸν δῆμον καὶ ἀνα[γο]- |
| [ρεῦσαι] τὸν στέφανον τόνδε τὸν κή̣- | |
| [ρυκα τῆς βουλῆς] Διονυσίοις τραγωιδ[ῶν] | |
| [τῶι ἀγῶνι, τῆς δὲ πο]ι̣ήσεως τοῦ στ[εφά]- | |
| [νου καὶ τῆς ἀναγορεύ]σ̣εως ἐπι[μελη]- | |
| 20 | [θῆναι — — — — — — — — — — — — — — —]. |