[ ]
Imbros
| 1 | ἐπὶ τῆς Ἐρεχθηίδος πρώτης πρυτα- |
| νείας, Ἑκατομβαιῶνος δεκάτει ἱσταμέ- | |
| νου· ἐκκλησία ἦν εἷ ἐπεστάτει Εὔπολις | |
| Κήττιος καὶ συμπρόεδροι Καλλίνομος Ἀ- | |
| 5 | χαρνεύς, Ἐπιγένης̣ Ἀ̣φιδναῖος. Ἐξήκεστ[ος] |
| Ἀριστογένους Ἀθμ[ο]νεὺς εἶπεν· ἐπειδὴ | |
| Λ̣ύκων πολέμαρχο[ς λα]χὼν [κ]α̣λῶς καὶ [δι]- | |
| [καί]ως κ[αὶ] κατὰ τοὺς [νό]μους ἦρξε τὴν ἀρ[χ]- | |
| [ὴ]ν ἐπὶ ἄρχοντος Ἱεροφ̣ῶ̣ν̣τος καὶ ἔδωκε λόγ[ον] | |
| 10 | καὶ εὐθύνας ἐν τῶι δ[ικ]α̣στηρίωι καὶ ἐπεμε[λή]- |
| θη τῆς τε παραδόσεως τῶν γραμμάτων [ὅ]- | |
| [πω]ς ἂν ὀρθῶς παραδοθεῖ καὶ τῆς ἐπ̣ι̣δ̣όσε[ως] | |
| [τ]ῶν [χ]ρημάτων, δεδόχθαι τῶι δήμωι [ἐπαι]- | |
| [ν]έσαι Λύκωνα Θερσίου Φρεάρριον κα[ὶ τοὺς] | |
| 15 | [παρ]έδρους αὐτοῦ Με[ν]έστρατον Χ[—{²pater}²] |
| [{²demot.}² καὶ] Θρασυμήδην [{²pater}²] | |
| [{²demot.}² καὶ στ]ε̣φανῶ̣[σαι αὐτοὺς — — —]. |