[ ] Lemnos — Hephaistia — ca. 2nd c. AD
I {²in corona:}²
1 ὁ δῆμος
Ἡφαιστι-
έων.
II                          {²in corona:}²
1                            ὁ δῆμος
                           ὁ Μυρει-
                           ναίων.
ὀκτωκαιδε[κέ]τιν με χυτὴ κ[όν]ις ἥδε καλύπτει
5     Καλλιστὼ μητρὸς δ[ε]ξαμένην ὄνομα,
ἧι λείπω πανόδυρτον ἐνὶ μεγάροισιν ἀνείην,
    πατρὶ τ’ ἐμῷ Ζώῃ δάκρυα λυγρότατα.
ναίω δ’ εὐσεβέων ἁγνὸν περικαλλέα χῶρον
    σ[ύ]νθρονος ἡρώων εἵν[ε]κα σωφροσ[ύ]ν[η]ς.
10 ἀκμὴν δ’ οὐ γενετῆρες ἐμήν, οὐκ ἐσθλὸς ὅμαιμος,
    οὐ πόσις, ἀλλ’ Ἀΐδης λυγρὸς ἐκαρπίσατο.
τοῖός τοι θνητῶν μογερὸς βίος, ὧ[δ’] ἀτέλεστοι
    ἐλπίδες, αἷ[ς] μοιρῶν νήματ’ ἐπικρέμαται.
ἀλλά μοι, ὦ γενετῆ[ρε]ς, ἐσαθρήσαντες, ὁ θνητῶν
15     ὡς φερέται πάντων λυγροπαθὴς βίοτος,
ἤδη δυστήνου κατὰ δώματα λήγετε πένθους·
    καὶ φθιμένῃ γὰρ ἐμοὶ τοῦτο ποθεινότατον.
Καλλιστὼ Ζώου Ἐλευσεινίου θυγάτηρ, ἡ φιλόστοργος
πρὸς γονεῖς, ἁγνὴ περὶ γάμον, [ἡ] καὶ καλὴ καὶ
20 ἀγαθή, ἀρετῇ διαφέρουσα.
I.20a {²in corona:}²
21 ὁ δῆμος
ὁ Ἰμβρίων.
II.20a                          {²in corona:}²
21                            ὁ δῆμος
                           ὁ Τενεδίων.
Search Help
Contact Us