[ ]
Amorgos — Aegiale
| 1 | Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην |
| κατοικούντων ἔδοξεν ἄρχουσι, βουλῇ, | |
| δήμῳ· γνώμη στρατηγῶν ἐχόντων δὲ καὶ | |
| τὴν πρυτανικὴν ἐξουσίαν· εἰσηγησαμέ- | |
| 5 | νου τὸ ψήφισμα Αὐρ. Πανκρίτου, ἐπιψηφι- |
| σαμένου δὲ Αὐρ. Ἄνθου· ἐγράφη κατὰ τὸν | |
| νόμον· ἐπειδὴ Αὐρ. Μουσικὴ θυγάτηρ Αὐρ. Ἀφρο- | |
| δεισίου ἀνδρὸς τῶν παρ’ ἡμεῖν ἐντειμιωτάτων | |
| ἔν τε ἀρχαῖς καὶ λιτουργίαις ἀπὸ γονέων καὶ πάπων | |
| 10 | ἐκτενῶς εἰς τὴν πατρίδα ἡμῶν ἀμένπτως ἐξυπη- |
| ρετηκότων, ἔτι μὲν νηπία παντελῶς Ω {²⁷<καὶ>?}²⁷ διὰ τὸ τῆς ἡ- | |
| λ<ι>κίας μέτρον ὑπὸ πάντων ἀνθρώπων ὑπερβαλό[ν]- | |
| τως τειμωμένη καὶ φιλουμένη, τὰ νῦν ὑπὸ τῆς βα- | |
| ρείας καὶ ἀληθῶς ἀνηλεοῦς εἱμαρμένης ἐξήρπασται | |
| 15 | καὶ ἀπενήνεκται ἐξ ἀνθρώπων, πένθος οὐκ ἐλάχιστον ὁμοῦ |
| πᾶσιν το<ῖ>ς ἑαυτῆς καταλέλοιπεν, ὡς ἐπὶ τούτῳ καὶ τὴν π[ό]- | |
| λιν ἡμῶν ἀνιᾶσθαι, ὡς ἀνθέον τι θαλερὸν μηδέπω τὸ τέ- | |
| λειον τῆς ἀκμῆς μέτρον ἔχον κεκολοῦσθαι, ὡς δένδρον | |
| κάλιστον φυόμενον ἐν γῇ πρὸ τοῦ δρέψασθαί τινα | |
| 20 | τῶν ἀφ’ αὐτοῦ γλυκέων καρπῶν ὑπὸ πονηρᾶς εἱμα[ρ]- |
| μένης ἐξεριζώθη, τοιοῦτο[ν] δὴ τ[ὸ] ν[έον] καὶ | |
| δινὸν τὸ τοῦ συνβεβηκότος· παρα<ι>νέ- | |
| σαι καὶ τὸν φιλοστοργότατον πατέρα | |
| αὐτῆς Αὐρ. Ἀφροδίσιον καὶ τὴν σωφρονεσ- | |
| 25 | τάτην μητέρα αὐτῆς Αὐρηλίαν Εὐφροσύ- |
| νην καὶ τοὺς ἐντιμοτάτους πάπους αὐτῆς | |
| Αὐρ. Σωτήριχον καὶ Α<ὐ>ρ. Εὐφρόσυνον καὶ τοὺς λοι- | |
| ποὺς συνγενεῖς μετρίως φέρειν τὸ συν- | |
| βεβηκός, ἐπισσταμένους ὅτι οὔτε λόγων δε- | |
| 30 | ήσει οὔτε χρημάτων ἀντιδόσει τὴν πεπρωμέ- |
| νην παραιτήσασθαι δυνήσαιτ’ ἄν τις· δοῦναι <δ’> α[ὐ]- | |
| [τῇ —6-8—]ι[σ]μὸν καὶ εἰκόνων ἀναστάσει | |
| [τιμῆσαι αὐτὴν — — — — — — — — — — — —] |