[ ]
Amorgos — Aegiale — 207 AD
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| [— — — — — — — — — — — — — — — — — γνώμη στρατηγῶν καὶ] | |
| 1 | δεκα[πρ]ώ[τ]ων, ἐχόν[των δὲ καὶ τὴν πρυτανικὴν ἐξουσί]- |
| αν· ἰσηγησαμένου τὸ [ψήφισμα — — — — — — —· ἐπιψηφισαμέ]- | |
| νου δὲ Ἀγαθείνου βʹ· ἐγ[ράφη κατὰ τὸν νόμον· ἐπειδὴ ἥρ]- | |
| πακεν αἰφνιδίως ἡ κατ[ὰ πάντων πεπρωμένη μοῖρα] | |
| 5 | Ζωσίμην γυναῖκα Ἡγησι[λόχου(?), θυγατέρα δὲ — — — —] |
| που καὶ αὐτοῦ ἐν τοῖς [ἐνδόξοις γενομένου κατὰ τὸ γέ]- | |
| νος καὶ ἀξίωμα καὶ τα[ῖς πολλαῖς ἀρχαῖς καὶ λιτουργί]- | |
| αις καὶ εὐεργεσίαις, [αὐτὴν δὲ εὐσταθῆ καὶ κόσμι]- | |
| ον βίον ἐπαναραμ[ένην πραότητά τε τοῦ ἤθους πρὸς] | |
| 10 | πάντας ἀνθρώπους [παρεσχηκυῖαν, ὑπερβάλλουσάν] |
| τε καλλιτεκνίᾳ ἐν [τῇ πόλει πάσας(?), ὥστε καὶ κατὰ τοῦ]- | |
| το πάντας αὐτὴν [θαυμάζοντας καὶ ζηλοῦντας σφόδ]- | |
| ρα τετειμηκέναι [καὶ πεφιληκέναι, τὰ νῦν μεταλλάξα]- | |
| σα τὸν ἐξ ἀνθρώπ[ων βίον ἀνιαρὰν τὴν συγγένειαν] | |
| 15 | καὶ σχεδὸν σύνπ[ασαν τὴν πόλιν κατέλιπε, διὸ δεδόχθαι] |
| τῇ [β]ο[υ]λῇ καὶ [τ]ῷ [δήμῳ, προμοίρως τούτου γενομέ]- | |
| νου καὶ πολείτιδο[ς οὔσης αὐτῆς ἀπὸ γένους ἐνδόξου], | |
| τειμῆσαι μὲν τὴν [ἡρωΐδα διὰ τοῦδε τοῦ ψηφίσματος], | |
| παραινέσαι δὲ τοὺς [ἀδελφοὺς(?) αὐτῆς {²τὸν δεῖνα}² καὶ — — —]- | |
| 20 | τον καὶ Ἀσκληπιά[δην καὶ τὸν ἄνδρα αὐτῆς Ἡγησίλοχον] |
| καὶ τέκνα αὐτῆς [{²τὸν δεῖνα}² καὶ {²τὸν δεῖνα}² ἀνα]- | |
| γορεύεσθαί τε ἐν τ[οῖς θυμελικοῖς ἀγῶσιν αὐτὴν στεφανου]- | |
| μένην χρυσέῳ στε[φάνῳ. περὶ τοῦ αὐτοῦ ἐγράφη ἁπλᾶ] | |
| ψηφίσματα δύο, ὧ[ν τὸ ἓν ἔλαβεν Ἡγησιλόχος ὁ ἀνὴρ(?) αὐ]- | |
| 25 | τῆς, τὸ δὲ ἕτερο[ν ἐπεδόθη τῷ ἂρχοντι Καλλισθένει] |
| Ἀτειμήτου, ἵνα ἀ[ποθῆται εἰς τὸ ἀρχεῖον· ἐδογμα]- | |
| τίσθη ἀγομένης β[ουλῆς ἐν Ἀμοργῷ Αἰγιάλῃ τῆς πρὸ] | |
| δέκα ἓξ καλανδῶν [— — — — — — Σεπτιμίῳ Ἄπρῳ] | |
| καὶ Ἀννίῳ Μαξίμῳ [ὑπάτοις. {²ὁ δεῖνα τοῦ δεῖνος}² εἰση]- | |
| 30 | γησάμην, Ἀγαθεῖν[ος βʹ ἐπεψηφισάμην], |
| Καλλισθένης Ἀτειμή[του ὁ πρῶτος ἄρχων ἐδογμάτισα] | |
| καὶ ἀπεδεξάμην. |