IG XII,7 397
[ ] Amorgos — Aegiale — 207 AD
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
[— — — — — — — — — — — — — — — — — γνώμη στρατηγῶν καὶ]
1 δεκα[πρ][τ]ων, ἐχόν[των δὲ καὶ τὴν πρυτανικὴν ἐξουσί]-
αν· ἰσηγησαμένου τὸ [ψήφισμα — — — — — — —· ἐπιψηφισαμέ]-
νου δὲ Ἀγαθείνου βʹ· ἐγ[ράφη κατὰ τὸν νόμον· ἐπειδὴ ἥρ]-
πακεν αἰφνιδίως ἡ κατ[ὰ πάντων πεπρωμένη μοῖρα]
5 Ζωσίμην γυναῖκα Ἡγησι[λόχου(?), θυγατέρα δὲ — — — —]
που καὶ αὐτοῦ ἐν τοῖς [ἐνδόξοις γενομένου κατὰ τὸ γέ]-
νος καὶ ἀξίωμα καὶ τα[ῖς πολλαῖς ἀρχαῖς καὶ λιτουργί]-
αις καὶ εὐεργεσίαις, [αὐτὴν δὲ εὐσταθῆ καὶ κόσμι]-
ον βίον ἐπαναραμ[ένην πραότητά τε τοῦ ἤθους πρὸς]
10 πάντας ἀνθρώπους [παρεσχηκυῖαν, ὑπερβάλλουσάν]
τε καλλιτεκνίᾳ ἐν [τῇ πόλει πάσας(?), ὥστε καὶ κατὰ τοῦ]-
το πάντας αὐτὴν [θαυμάζοντας καὶ ζηλοῦντας σφόδ]-
ρα τετειμηκέναι [καὶ πεφιληκέναι, τὰ νῦν μεταλλάξα]-
σα τὸν ἐξ ἀνθρώπ[ων βίον ἀνιαρὰν τὴν συγγένειαν]
15 καὶ σχεδὸν σύνπ[ασαν τὴν πόλιν κατέλιπε, διὸ δεδόχθαι]
τῇ [β]ο[υ]λῇ καὶ [τ][δήμῳ, προμοίρως τούτου γενομέ]-
νου καὶ πολείτιδο[ς οὔσης αὐτῆς ἀπὸ γένους ἐνδόξου],
τειμῆσαι μὲν τὴν [ἡρωΐδα διὰ τοῦδε τοῦ ψηφίσματος],
παραινέσαι δὲ τοὺς [ἀδελφοὺς(?) αὐτῆς {²τὸν δεῖνα}² καὶ — — —]-
20 τον καὶ Ἀσκληπιά[δην καὶ τὸν ἄνδρα αὐτῆς Ἡγησίλοχον]
καὶ τέκνα αὐτῆς [{²τὸν δεῖνα}² καὶ {²τὸν δεῖνα}² ἀνα]-
γορεύεσθαί τε ἐν τ[οῖς θυμελικοῖς ἀγῶσιν αὐτὴν στεφανου]-
μένην χρυσέῳ στε[φάνῳ. περὶ τοῦ αὐτοῦ ἐγράφη ἁπλᾶ]
ψηφίσματα δύο, ὧ[ν τὸ ἓν ἔλαβεν Ἡγησιλόχος ὁ ἀνὴρ(?) αὐ]-
25 τῆς, τὸ δὲ ἕτερο[ν ἐπεδόθη τῷ ἂρχοντι Καλλισθένει]
Ἀτειμήτου, ἵνα ἀ[ποθῆται εἰς τὸ ἀρχεῖον· ἐδογμα]-
τίσθη ἀγομένης β[ουλῆς ἐν Ἀμοργῷ Αἰγιάλῃ τῆς πρὸ]
δέκα ἓξ καλανδῶν [— — — — — — Σεπτιμίῳ Ἄπρῳ]
καὶ Ἀννίῳ Μαξίμῳ [ὑπάτοις. {²ὁ δεῖνα τοῦ δεῖνος}² εἰση]-
30 γησάμην, Ἀγαθεῖν[ος βʹ ἐπεψηφισάμην],
Καλλισθένης Ἀτειμή[του ὁ πρῶτος ἄρχων ἐδογμάτισα]
καὶ ἀπεδεξάμην.
Search Help
Contact Us