IG XII,7 387
[ ] Amorgos — Aegiale — 3rd c. BC
1 — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․․․․․․․․․αι ὑποστὰς ․․․․․․․․․․․․․․ειτο— —
[περὶ ὀλίγου] ποιησάμενος τὸν ἰδίων κινδύνων [λ][γον — —]
— — — — —α, καὶ τοὺς μὲν ἐπιθεμένους [αὐτοῖς]
5 [τῶν πολε]μίων ἐνίκησεν μαχόμενος, τοὺς δ[ὲ ἁ]-
[λόντας ἔσ]ωσεν, τὴν δὲ πολιου[ρκί]αν [ἔλυ]σεν· [δεδό]-
[χθαι τῆι βου]λῆι καὶ τῶι δήμωι, ἐπαινέσαι Τιμοκ— — —
[Ἀριστόλα ἀ]ρετῆς ἕνεκεν καὶ στεφανῶσαι αὐτὸ[ν θαλ]-
[λοῦ στεφάν]ωι· τοὺς δὲ ἀγωνοθέτας καὶ τοὺς [πρυτά]-
10 [νεις καὶ] τοὺς χορηγοὺς τοὺς ἀεὶ καθισταμέν[ους]
[ἐν τοῖς ἀ]γῶσιν τοῖς θεατρικοῖς προστάττ[ειν τῶι]
[κήρυκι ἀνα]γορεύειν, ὅτι στεφανοῖ ἡ βουλὴ καὶ ὁ δ[ῆμος]
[Τιμοκ— — — — Ἀ]ριστόλα θαλλο[ῦ] σ[τεφά]νωι [ἀρετῆς]
[ἕνεκεν, ἐπειδὴ ἀγα]θ[ὸς] ἀνὴρ ἐ[γένε]το ἐν [τοῖς κιν]-
15 [δύνοις — — — — — — — — — — — — — — — — — οἷς]
[περιέπεσεν ἡ π]όλις· ἵνα εἰδῶσιν ἅπαντες [ὅτι]
[τοὺς ἐν τοῖς κι]νδύνοις ἄνδρας ἀγαθοὺς [γεγε]-
[νημένους ἐτίμ]ησ[ε]ν ὁ δῆμος, καὶ ἐν οὐθε[νὶ και]-
[ρῶι ἐλλείπει] τοὺς ἀγωνιζομένους ἐπὶ [τῆι κοι]-
20 [νῆι σωτηρίαι ἐπαιν]ῶν καὶ τιμῶν καὶ μεμνημέ[νος]
[τὸν ἅπα]ντα χρόνον τῆς ἀρετῆς τῶν ἀγαθῶν ἀ[ν]-
[δρῶν· ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰστή[λην λι]-
[θίνην] καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῶι Διὶ τῶι Πολ[ιεῖ]
[καὶ τῆι Ἀ]θηνᾶι τῆι Πολιάδι· τῆς δὲ ἀναγραφῆς [ἐπι]-
25 [μεληθ]ῆναι ․․αξιφῶντα τὸν ταμίαν.
Search Help
Contact Us