[ ] Amorgos — Minoa
1 [γνώμη] πρυτάνεων· ἔδοξεν τῆι βουλῆι καὶ [τῶι δήμωι]·
[περ]ὶ ὧν ἀναγγέλλουσιν οἱ παραγινόμενοι Νάξ[ιοι παρὰ τοῦ]
[βα]σιλέως Ἀντιγόνου Κοττᾶν εὔνουν καὶ φίλον εἶν[αι] ε[ἰς τὸν δῆμον]
[τὸ]ν Μινοητῶν καὶ λόγωι καὶ ἔργωι, ἐπαινέσαι μὲ[ν Κοττᾶν ․․․]-
5 ․․․․κλέους Δημητριέα καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέ-
την καὶ αὐτὸν καὶ ἐγόνους τοῦ δήμου τοῦ Μινοητῶν· ὑπάρ-
χειν δὲ αὐτοῖς καὶ προεδρίαν καὶ πρόσοδον πρός τε τὴν βου-
λὴν καὶ τὸν δῆμον καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις τῆς πόλεως ὑπάρχει· ἀναγράψαι δὲ τόδε τὸ ψή-
10 φισμα τοὺς νεωποίας τοὺς περὶ Αἰνησικλῆν εἰς τὸ
ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Δηλίου, ἀναλίσκοντες
ἀπὸ τῶν προσόδων τῶν ἱερῶν.
Search Help
Contact Us