[ ]
Amorgos — Arkesine — 242 AD
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| 1 | ς ἐπεικὴς — — — — — — — — — — — — — — — — — — — — — — |
| ․․․․․ος πᾶν τὸ γένος α[ὐτοῦ ἔν τε ταῖς ἀρχαῖς ταῖς λοι]- | |
| παῖς γεγ[έν]ηνται — — — — — — — — — — — — — — — — — — | |
| — — — φι[λο]τίμως, γήμαν[τός τ]ε α[ὐτο]ῦ Αὐρ. Ζω[σί]- | |
| 5 | μην Εὐτύχους ἐτέκνωσεν ἐξ [αὐ]τῆς [θ]υγατέρα |
| [μ]ὲν Ἐπίκτησιν, παῖδα δὲ Ὀκτ[άβιον] καὶ ἕτερ[ον ὑπο]- | |
| μάστιον Ζώσιμ<ο>ν, [ὡ]ρᾴζων τ[ε ἡλικ]ίᾳ ἐξ ἀνθρώπ[ω]ν | |
| ἀπῆ{απη}λθεν {²⁶ἀπῆλθεν}²⁶, νήπια καταλιπ[ὼ]ν τὰ τέκνα· ὥσπερ | |
| δένδρον εἵμερον εὐθαλὲς ὑπὸ [π]νεύμ[ατο]ς ἐκρει- | |
| 10 | ζοθὲν ἐπὶ τῆς γῆς ἔπεσεν, οὕτως [κ]αὶ ὁ Ὀκτ[άβ]ιος |
| μοιριδίως ἔπεσεν ἐπὶ τὴν πεπρωμένην α[ὐ]τῷ | |
| εἱμαρμένην, πένθος ἄτλητον καταλιπὼν | |
| γονεῖσιν αὐτοῦ, ζήσας ἐπὶ πάντα τὸν τῆς | |
| ζωῆς αὐτοῦ χρόνον κοσμίως τε καὶ μεγαλο- | |
| 15 | φρόνως, ὡς ἄν εἴποι τις πανκάλλιστος στέ- |
| φανος τοῦ ἰ[δίο]υ γένους γενάμενος ἱερός τε | |
| καὶ εὐπρεπὴς ἀνήρ· διὸ δεδόχθαι διὰ τοῦ- | |
| δε τοῦ ψηφίσματος, τὸ μὲν σῶμα τοῦ τηλι- | |
| κούτου ἀνδρὸς πανδημὶ παραπένψασθαι | |
| 20 | ἡμᾶς ἐπὶ τὴν κηδείαν αὐτοῦ, παραμυθή- |
| σασθαι δὲ τὸν πατέρα αὐτοῦ Αὐρ. Ἑρμέαν, | |
| καὶ τὴν μητέρα Αὐρ. Ἐλπιτύχην, | |
| καὶ τὴν σύνβιον αὐτοῦ Αὐρ. Ζωσίμην, | |
| καὶ τοὺς γλυκυτάτους ἀδελφοὺς αὐτοῦ Αὐ- | |
| 25 | ρηλίους Ζώσιμον καὶ Ἡρακλείδην καὶ Ὀλυμπια- |
| νὸν καὶ Ἐπάγαθον, καὶ τὰς [ἀδ]ελφὰς αὐτοῦ Αὐρη- | |
| λίας Αὔγην καὶ Ἐλπιτύχην, καὶ τοὺς θείους αὐτοῦ | |
| Αὐρ. Ζώσιμον καὶ Ἡρα[κλ]είδην καὶ τοὺς γένει προ- | |
| σήκοντας γενναίως φέριν τὸ συνβάν, εἰδότας | |
| 30 | ὅτι οὔτε χρημάτων οὔτε κολακείᾳ οὔτε ἱκετείᾳ |
| οὔτε δάκρυ[σιν] ἄ[ν]θρω[πος τ]ῆς εἱμαρμένης | |
| ὅρον ὑπερβῆναι δυνηθήσεταί ποτε· ἀναγορεύ- | |
| εσθαι δὲ αὐτὸν ἐν τοῖς παρ’ ἡμεῖν ἀγομένοις θυ- | |
| μελικοῖς ἀγῶσιν, ὅτι ὁ δῆμος ὁ Ἀρκεσινέων στε- | |
| 35 | φανοῖ χρυσῷ στεφάνῳ Αὐρ. Ὀ[κτ]άβι[ον] ἥρωα. |
| περὶ τοῦ αὐτοῦ ἐγράφησαν ἁπλᾶ ψηφίσματα δύο, | |
| ἐξ ὧν τὸ ἕν ἀπετέθη ἰς τὰ ἀρχεῖα, τὸ δὲ ἕτερον ἔλα- | |
| βεν ὁ Ἑρμῆς. ἐγένετο ἐν Ἀμοργῷ Ἀρκεσίνῃ πρὸ γʹ εἰ- | |
| δῶν Δεκεμβρίων, Εὐεττίῳ {²⁶Οὐεττίῳ}²⁶ Ἀττικῷ καὶ Ἀσινίῳ Πραι- | |
| 40 | τε[ξ]τάτῳ ὑπάτοις. {²vac.}² |
| Αὐρ. Εὐτυχίδης Ναξ[ί]ου εἰσηγησάμην, | |
| Αὐρ. Ἑρμαγόρας βʹ ἐπεψηφισάμην. |