[ ] Amorgos — Arkesine — end 4th/beg. 3rd c. BC
1                        θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ξενοκλῆς εἶπεν· Φανοκράτης ἐπεστ[ά]-
τε[ι]· ἐπειδὴ Θεόδοτος Νικέου Πάριος πολλὴν φιλοτιμίαν ἐνδέδεικτα[ι]
περὶ τὸ ἄγαλμα τῆς Ἥρας, ἐλθὼν ἐν τοῖς χρόνοις καθὰ ὡμολόγη-
5 σεν πρὸς Ἀρκεσινεῖς καὶ ἐκόσμησεγ καλῶς καὶ προθύμως ἐπιτρέ-
ψας περὶ μισθοῦ τῆι πόλει, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπαι-
νέσαι μὲν αὐτὸν φιλοτιμίας ἕνεκα τῆς πρὸς τὴμ πόλιν καὶ στε-
φανῶσαι θαλλοῦ στεφάνωι· ἀποδοῦναι δὲ αὐτῶι τό τε ἀνάλωμα
τὸ ἐψηφισμένον δραχμὰς 𐅄: καὶ μισθὸγ καὶ ἐπίχειρα τοῦ ἔργου
10 δραχμὰς Η∶ τοὺς ταμίας· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ
Ἡραῖον, ἐπιμεληθῆναι δὲ τῆς ἀναγραφῆς Φειδίλεων.
Search Help
Contact Us