[ ] Amorgos — Arkesine — end 4th/beg. 3rd c. BC
1               θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μνησα-
γόρας εἶπεν· Ἀφθ[ό]νητος ἐπεστάτει· ἐπειδὴ
Ἀγαθόστρατος καὶ φιλίων καὶ Ἡγήμων Ἐλπινίκου
5 Ῥόδιοι εὖνοι ὄντες διατελοῦσιν τῶι δήμωι τῶι Ἀρ-
κεσινέων καὶ ποιοῦντες ἀγαθὸν ὅτι ἂν δύνωνται καὶ
περὶ τοὺς ἀφικνουμένους εἰς Ῥόδον Ἀρκεσινέωμ φι-
λότιμοί εἰσιν· δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι
μὲν αὐτοὺς ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣς ἔχουσι
10 πρὸς τὸν δῆμον, εἶναι δὲ αὐτοὺς προξένους
καὶ εὐεργέτας τῆς πόλεως τῆς Ἀρκεσινέων καὶ αὐ-
τοὺς καὶ ἐκγόνους, καὶ εἴσπλουγ καὶ ἔκπλουν αὐτοῖς
εἶναι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρή-
νηι καὶ πρόσοδον πρός τε τὴμ βουλὴν καὶ τὸν δῆμον,
15 ἐάν του δέωνται, πρώτοις μετὰ τὰ ἱερά· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνηγ καὶ στῆσαι
εἰς τὸ ἱερόν· τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆναι
Ἀλέξανδρον Μελίτ[ω]νος.
Search Help
Contact Us