[ ] Amorgos — Arkesine — 4th c. BC
1           θ[ε]ο[ί].
ἔδ[ο]ξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι]·
Μειδίλεως εἶπεν· Λύκος ἐπ[ε]-
στάτε· ἐπειδὴ Ἐπίκτητος ἀνὴρ φι-
5 λότιμός ἐστιν περὶ τὴν πόλιν τὴν Ἀρκε-
σινέων καὶ τὸς ἀφικνομένος εἰς Θήραν
ποιεῖ ἀγαθὸν ὅτι ἂν δύνηται καὶ λόγωι κ[αὶ]
ἔργωι· δεδόχθαι τῶι δήμωι, εἶναι Ἐπίκτ[η]-
τον Καλλιγνώτου Θηραῖον πρόξενον
10 τῆς πόλεως τῆς Ἀρκεσινέων μετὰ τῶν
ὑπαρχόντων, καὶ εἶναι αὐτῶι πρ<ό>σοδο[ν]
πρός τε τὸν δῆμον καὶ τὴν βουλὴν πρώ-
τωι μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ αὐτοῦ τὴν προξε[νί]-
[α]ν εἰς τὸ Ἡραῖον· ἐπιμεληθῆναι [δὲ] Φίλτ[ωνα].
Search Help
Contact Us