[ ]
Amorgos — Arkesine — 4th c. BC?
| 7 | θεοί. |
| ἔδοξεν τῆι βο[υλ]ῆι καὶ τῶι δήμωι· Ἀγήνω[ρ] | |
| εἶπε· Μελίτων ἐπ[εσ]τάτει· μὴ ἐξεῖναι κατά- | |
| 10 | [γ]εσθαι εἰς τὸ Ἡραῖ[ον] ξένωι μηδενί, ἐπιμελε[ῖ]- |
| [σ]θαι δὲ τὸν νεωκό[ρο]ν καὶ ἐξείργειν· ἐὰν δὲ | |
| μὴ ἐξείργηι, ἀποτ[ίνει]ν αὐτὸν τῆς ἡμέρας | |
| ἑκάστης δέκα δρα[χμ]ὰς ἱερὰς τῆι Ἥραι· ἀνα- | |
| γράψαι δὲ τόδε τὸ [ψή]φισμα πρὸ τῶν θυ[ρ]- | |
| 15 | [ῶ]ν, ἐπιμεληθῆ[ναι] δὲ τοὺς νεωποίας. |