[ ] Andros — 2nd c. BC
1 Ἡρώϊδου τοῦ Νέωνος ἰατροῦ.
ἄρχοντος Μενάνδρου, μηνὸς Ἀρτεμισιῶνος
τρίτηι ἀπιόντος, Μνησικλῆς Δημέου εἶπεν·
ἐπειδὴ Ἡρώϊδης Νέωνος ἀνὴρ ἀγαθὸς
5 ὑπάρχων ἀπὸ τῆς πρώτης ἡλικίας ζη-
λωτής τε γενόμενος τῶν καλλίστων
[ἐ]πέδωκεν ἑαυτὸν ἐπὶ τὴν ἰατρικὴν τέ-
χνην καὶ τήν τε προσ[κ]αρτέρησιν ἐπο[ι]-
ήσατο φιλόπονον καὶ τὴν ἀναστροφὴν
10 εὐσχήμονα καὶ τῆς [τ]έχνης ἀξίαν καὶ
τῆς ἡμετέρας πόλεως, ἐγδημήσας τε
χρόνον πλείονα καὶ δημοσιεύσας ἐπὶ τῆς
ξένης ἔτη πλείονα εὐδοκίμησέν τε κα[ὶ ἐτ]ι-
μήθη ψηφίσμασίν τε καὶ πολιτείαι ὑπό τε τοῦ
15 κοινοῦ τοῦ Αἰτωλῶν καὶ ὑπὸ τῆς Στρατίων
πόλεως, καθὼς αὐτῶι διὰ τῶν ψηφισμάτων ἐξ-
εμαρτυρήθη, παραγενόμενός τε πρὸς ἡμᾶς καὶ
ποιησ[ά]μ[ενος ․․․7․․․ τ]ε καὶ σύνκρισ[ιν]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us