[ ]
Ios — 3rd c. BC
| 1 | [․․․․․․․․․․ καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι] ἀπὸ δραχμῶν Ἀλεξανδρείω- |
| ν ἑκατὸν καὶ ἀναγο[ρεῦσαι αὐτῶι τοὺς ἄρχοντας τὸν στ]έφανον Διονυσίοις τῶι ἀγῶνι τ- | |
| ῶν τραγωιδῶν ποιουμένο[υ]ς [τ]ὸ [κήρυγμα ἐν τῶι θεάτ]ρωι· "ὁ δῆμος Ἀντισθένην Ἀριστονί- | |
| κου καθ’ ὑοθεσίαν δὲ Χαρμοκλέους Ῥό[διον ἀρετῆς ἕν]εκεν καὶ εὐνοίας ἧς ἔχων διατελεῖ | |
| 5 | εἰς τὸν δῆμον τὸν Ἰητῶν"· τὸ δὲ ἀργύριο[ν τὸ εἰς τὸν σ]τέφανον δότω ὁ ἠγορακὼς τὸν σῖτ- |
| ον τὸν δημόσιον Ἀρετέας ἀφ’ οὗ δεῖ αὐτ[ὸν ἀποδοῦναι] τῶι ἀγορανόμωι Μεγακλεῖ· ὅπως δὲ | |
| ἀποκατασταθεῖ καὶ τοῦτο τὸ ἀργύριον [τῶι ἀγορανό]μωι, ψηφισάσθω ἡ βουλὴ καὶ ὁ δῆμος ἐ- | |
| ν τῶι μηνὶ τῶι Πλυντηριῶνι· δότω δὲ τ[ὸ ἀργύριον το]ῦτο Ἀρετέας Δεξιφάνει τῶι εἱρη- | |
| μένωι εἰς Ῥόδον πρεσβευτεῖ· Δεξιφά[νης δὲ τὴν ἐπι]μέλειαν ποιησάσθω ὅπως ἀποδο- | |
| 10 | θεῖ τὸ ψήφισμα καὶ ὁ στέφανος Ἀντισθέ[νει]. |