[ ]
Ios — 4th c. BC
| 1 | [Ἀρ]χάγ̣αθο̣ς̣ [εἶ]π̣ε· [πρ]ό[ε]δροι ἐπεψήφισαν Σωκράτης, Αἴσχρων, Στησίτιμ[ος] |
| Ποσίδειος· ἐπειδὴ Ζήνων ὁ καταλειφθεὶς ὑπὸ Βάχχωνος τοῦ νησίαρ[χου] | |
| παραγενομένων πρὸς αὐτὸν τῶν πρεσβευτῶν οὓς ἀπέστειλεν ὁ δῆμ[ος] | |
| περὶ τῶν ἀνδραπόδων τῶν ἀποδρά̣ντων ἐξ Ἴου ἐπὶ τῶν πλοίων τῶν ἀφράκτων, | |
| 5 | [ἀν]ακαλεσάμενος [τ]ο[ὺ]ς τριηράρχους καὶ ἐξετάσας ἀνέσωισε τὰ ἀνδράποδα |
| [μ]ετὰ πάσης φιλοτιμίας, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπ̣[αι]νέσαι Ζήνωνα | |
| [ἀρ]ετῆς ἕνεκε καὶ εὐνοίας ἧς ἔχει εἰς τὸν δῆμον τὸν Ἰητῶν, καὶ εἶν[α]ι αὐτὸν | |
| [π]ρόξενον καὶ εὐερέτην τοῦ δήμου τοῦ Ἰητῶν καὶ α̣ὐτὸν κα̣[ὶ ἐ]κ[γ]όνο[υ]ς [μ]ετὰ τῶν | |
| [ὑ]παρχόντων· εἶναι δὲ αὐτῶι καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ἐάν του | |
| 10 | [δ]έηται πρώτωι μετὰ τὰ ἱερά· πέμψαι δὲ αὐτῶι καὶ ξένια τοὺς στρατηγοὺς |
| τ̣οὺς περὶ Αὐτόνομον ἀπὸ δραχμῶν ∶𐅄∶ τὸ δὲ δαπάνημα παρασχεῖν τοὺς | |
| [ἐ]γλογεῖς τοὺς περὶ Κλεόνοθον ἀπὸ τῆς προσόδου τῆς πρὸς ἑαυτοὺς προσιούσης· | |
| [ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· τῆς δὲ | |
| [ἀν]αγραφῆς ἐπιμεληθῆναι τοὺς ἄρχοντας τοὺς περὶ Χαρτάδην· τὸ δὲ ἀνά- | |
| 15 | [λωμ]α̣ [εἰς] τὴν ἀναγραφὴν π̣[αρ]ασχεῖν ἀπὸ τῆς προσόδου τῆς πρὸς ἑαυτοὺς |
| [π]ροσιούσης. |