IG XII,5 911
[ ] Tenos — 2nd c. BC
1 ο̣ἱ ἐφηβεύσαντες ἐπὶ γυμνασιάρχων Φιλίσκου τοῦ
Φιλίσκου Σίμου τοῦ Ἀρχαγόρου Ἑρμεῖ καὶ Ἡρακλεῖ.
I.3 Ε̣ἰκώνυμος.
Λεύκιππος.
5 Σῖμος.
Φανόδημος.
Εὐθυκράτης.
II.8 Ἀριστογένης.
[Κ]αλλίας.
10 Ἡνίοχος.
[Ε]ὔνομος.
Διόγνητος.
III.13 Ἀριστόλοχος.
Ταλθύβιος.
15 Κάρπος.
Αἰσχρίων
Διογένης.
IV.18 Εὔβουλος.
Δημήτριος
20 Ἀντιμέδω[ν].
τᾶς ἀρετᾶς ἄνθημα Διάκτορον ἔνθα με κεδνοὶ
  θέ[ν]το παλαιστρίταν ἠϊθέων φύλακα
σχήμασιν εὐτάκτοισι μεμαλό̣τες ἄκρον ἔφαβοι
  καὶ σοφίαι Χαρίτων τε ἄμμιγ’ ὁμοφροσύναι,
25 τοὶ περὶ γυμνασίαρχον ἀεὶ μεδέοντα Φιλίσκον
  σωφροσύναι Σῖμόν τ’ αἰνετὸν Ἀρχαγόρου,
οὕνεκ’ ἐγὼ πινυτᾶτα καὶ ἀγλαὸν ἤθεσι κόσμον
  δῶκα καὶ ἐγ μώμου παντόθεν εἰρυσάμαν.
Search Help
Contact Us