[ ] Tenos — 2nd c. BC
1 [— — — — — — — — — — — — — — — —]
[καὶ τοὺς] ξένους ὑ[φ’ ἡμέρας δύο]
[ἀποδεικνύ]μενο<ι> δ[ι]ὰ π̣αντ̣ὸ̣ς̣ [τ][ν π]ρ̣ὸ̣ς̣ [τὸν]
[δῆ]μον ἐ̣κτ{κτ}ένειαν {²⁶ἐκτένειαν}²⁶ καὶ φιλοτιμίαν· [ὅπως]
5 [οὖν] καὶ τὸ κοινὸν τῆς φυλῆς τῆς Δονακέων
[φα]ίνηται εὐχαριστοῦν τοῖς ἀγαθοῖς
[ἀν]δράσιν, δεδόχθαι τῶι κοινῶι, ἐπαινέσαι
[μὲ]ν Μήδειον Μηδείου καὶ Σουνιάδην
[Κ]αλλιφῶντο[ς] καὶ Μήδειον Σουνιάδου
10 τὸν ἱερέα τοῦ Ἀσκληπιοῦ καὶ στεφανῶσαι ἕ-
[κ]αστον θαλλοῦ στεφάνωι, ἀρετῆς ἕνεκεν
[κ]αὶ φιλοτιμίας [τ]ῆς εἴς τε τὸ κοινὸν τῆς φυ-
λῆς τῆς Δονακέ[ω]ν καὶ εἰς πάντας τοὺς πολί-
τας· δεδόσθαι δὲ αὐτοῖς καὶ τοῖς ἐκγόνοις
15 αὐτῶν μετουσίαν τῆς φυλῆς τῆς [Δο]ν[α]-
κέων καὶ χρημάτων κ[α]ὶ θυ[σιῶν] κ̣αὶ τῶν ἄλ-
λων πά[ντων, ἀ]ν[αγ]ρά[ψ]α[ι] δὲ καὶ τὸ ψήφισ-
μα τόδε εἰς στήλας λιθίνας δύο, καὶ στῆ-
σαι τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ,
20 τὴν δὲ εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ
τῆς Ἀμφιτρίτης· τὸ δὲ ἀνάλωμα εἰς ταῦ-
τα δότωσαν οἱ ἄρχοντες ἀπὸ τῶν τῆς
φυλῆς προσόδων.
Search Help
Contact Us