[ ] Tenos — 2nd c. BC
1 [ἔδοξ]εν τ[ῶ]ι κοινῶι [τ]ῆς φυλῆς τ[ῆς]
[Ἐλει]θυαιέων· οἱ ἄρχοντες εἶπον· ἐπειδὴ
[Μή]δειος Μηδείου κ[α]Σουν[ιάδης]
[Κα]λλιφῶντος ἔν τε ταῖς πο[λιτι]-
5 [καῖς] λειτουργίαις καὶ ἐν τεῖ ἄ[λλει]
[ἀ]ναστροφῆ[ι] ἄνδρες ἀγαθοὶ εἰ[σι]
καὶ φιλότιμοι, καὶ Μήδειος μὲν ἐγδι[δό]-
μενος αὐτῶι τὴν θυγατέρα, Σουνιά-
δης δὲ λαμβάνων, ἐν τοῖς γάμοις
10 ἐσιτομέτρησαν καὶ ἑστίασαν τοὺ[ς]
πολίτας πάντας καὶ τοὺς ξένους
ὑφ’ ἡμέρας πλείους, καὶ συντελοῦν-
τες τὸν τελεσμὸν καὶ τὴν θυσίαν
τῶι Ἀσκληπιῶι καὶ τῶι Ἀπόλλωνι καὶ
15 {[κα]ὶ} τῆι Ὑγιείαι καὶ τοῖς ἄλλοις τοῖς ἐν
τῶι τεμένει θεοῖς ὑπὲρ τοῦ υἱοῦ
τοῦ Σουνιάδου Μηδείου ἐσιτομέ-
τρησαν καὶ παρεκάλεσαν ἐπὶ τὰς
σπονδὰς καὶ τὴν θυσίαν τοὺς πο-
20 λίτας πάντας καὶ τοὺς παρεπιδη-
μοῦντας ξένους ἐφ’ ἡμέρας δύο,
ἀποδεικνύμενο<ι> διὰ π[αντὸς τὴν]
πρὸς τ[ὸ]ν δῆμο[ν ἐκτένειαν καὶ φιλοτι]-
μ[ί]αν· [ὅ]π̣ω̣[ς οὖν — — — — — — —].
Search Help
Contact Us