[ ] Tenos
1 [— — — — — — — — — — καὶ ἀναγορεῦσαι]
[τ]ὸν σ[τέφανον τὸν ἄρχοντα τὴν στεφανηφό]-
ρον ἀρχὴν ἔν [τ]ε [τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ]
τῆς Ἀμφιτρίτης ὅταν [τὴν θυσίαν καὶ τὴν πα]-
5 νήγυριν συντελεῖ ἡ πόλις, κ[αὶ ἐν τῶι θεάτρωι]
Ποσιδείων καὶ Διονυσίων τῶι ἀγῶνι [τῶν τρα]-
γωιδῶν· εἶναι δὲ αὐτὸν καὶ τοὺς ἐκγόνους [αὐ]-
τοῦ προξένους καὶ εὐεργέτας τῆς πόλεω[ς]·
ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλη[ν]
10 λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶ-
νος καὶ τῆς Ἀμφιτρίτης.
Search Help
Contact Us