[ ] Tenos — 2nd c. BC
1 [ἔδοξεν τεῖ βουλεῖ καὶ] τῶι δ[ήμωι],
πρυτάνεω[ν γνώμ]η· ἐπειδὴ Ἀ[μ]-
μώνιος Ἀμμωνίου ἀνὴρ ἀγαθ[ός]
ἐστιν καὶ εὔνους τῶι δήμωι
5 τῶι Τηνίων καὶ διατελεῖ χρεία̣[ς]
παρεχόμενος καὶ κοινεῖ τεῖ πόλ[ει]
καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχάνουσ[ιν]
αὐτῶι, ἀναδέδεκται δὲ καὶ τ[ὴν]
θεαροδοκίαν τῶν Δηλίων, ἀγ[α]-
10 θεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ κ[αὶ]
τῶι δήμωι, ἐπαινέσαι τε αὐτὸ[ν]
καὶ στεφανῶσαι θαλλοῦ στεφά[νωι]
[τ]ῶι ἱερῶι {τ} τοῦ Ποσειδῶνος καὶ τῆς
Ἀμφιτρίτης ἀρετῆς ἕνεκεν καὶ
15 εὐνοίας τῆς εἰς τ[ὸ]ν δῆμον τὸν
Τηνίων, εἶναι δὲ αὐτὸν καὶ τοὺς ἐ[κ]-
γόνους αὐτοῦ προξένους καὶ ε[ὐ]-
εργέτας τῆς πόλεως, δεδόσθα[ι]
δὲ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν
20 οἷς συντελεῖ ἡ πόλις, καὶ πρόσ[ο]-
[δ]ον πρὸς τὴν βουλὴν καὶ τὸν δῆ-
[μ]ον, ἐάν του δέηται· ἀναγράψαι
[δὲ] τόδε τό ψήφισμα εἰς στήλην
[λιθίνη]ν καὶ στῆσαι εἰς τὸ ἱερόν το[ῦ]
25 [Ποσειδ]νος καὶ τῆς Ἀμφιτρίτης·
[ἵνα δὲ κα]ὶ Ἀθηναῖοι εἰδῶσιν [τὰ ἐψη]-
[φισμένα Ἀμμωνίωι, τοὺς ἄρχοντας]
[ἀποστεῖλαι εἰς Ἀθήνας τόδε τὸ]
[ψήφισμα, σφραγισαμένους τεῖ δη]-
30 [μοσίαι σφραγῖδι].
Search Help
Contact Us