[ ]
Tenos — 2nd c. BC
1 | ἐπ’ ἄρχοντος Καλλικράτου |
[το]ῦ Μίμωνος, μηνὸς [Β]ουφονιῶνο[ς], | |
[ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι, | |
[πρυτά]νεων [γν]ώμη· ἐπειδὴ Δι[ο]- | |
5 | [νύσιος Ὄρθωνος] Ἄνδριος ἀνὴρ ἀ- |
γα[θός ἐστι κ]αὶ εὔνους τῶι δή- | |
μωι [τῶ]ι [Τηνίω]ν καὶ διατελεῖ χρεί- | |
ας παρεχόμενος καὶ κοινεῖ τεῖ | |
[π]όλει καὶ ἰδίαι Τηνίων τοῖς ἐντυγ- | |
10 | [χάν]ουσιν α[ὐ]τῶι, δεδόχθαι τῆι |
βουλ[ῆ]ι καὶ τῶι δήμωι· ἐπαινέσαι | |
Διον[ύ]σιον Ὄρθωνος Ἄνδριον | |
καὶ στεφ[ανῶ]σαι θαλλοῦ στεφά- | |
νωι κατὰ [τὸν] νόμον ἀρετῆς ἕ- | |
15 | νεκεν κα[ὶ εὐ]νοίας τῆς εἰς τὸν |
δῆμον τὸν [Τ]ηνί[ων· ε]ἶναι δὲ αὐ- | |
τὸν καὶ τοὺς [ἐ]κγ[όνου]ς αὐτοῦ | |
προξένους κα[ὶ] ε[ὐεργέ]τας τῆς | |
πόλεως, δε[δ]ό[σθαι] δὲ α[ὐτο]ῖς καὶ | |
20 | πολιτεία[ν] κ[α]ὶ γῆς καὶ [οἰ]κίας |
ἔγκτησιν, [πρ]οσγραψαμ[έ]νοις | |
πρὸς φυλὴ[ν] καὶ φρατρί[α]ν ἣν ἂν | |
[β]ούλωντ[α]ι καὶ π[ρ]οεδρ[ί]αν ἐν | |
[τοῖς ἀ]γῶσιν οἷς [ἡ] πόλις συντε- | |
25 | [λεῖ, καὶ π]ρόσοδ[ον] πρὸ[ς] τὴν βου- |
[λὴν κ]αὶ τὸν δῆμ[ο]ν ἐάν του δέ- | |
ων[τ]αι πρώτοις μ[ε]τὰ τὰ ἱερά· ἀ- | |
ναγράψαι δὲ καὶ τὸ ψήφισμα τό- | |
δε εἰς στήλην λιθίνην καὶ στῆσα[ι] | |
30 | εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ |
τῆς Ἀμφιτρίτης. |