[ ]
Syros — 193-198 AD
| 1 | ἀγαθῆι τύχηι. |
| [ὑ]πὲρ τ[ῆς] τοῦ κυρίο[υ] ἡμῶν Αὐτοκράτο- | |
| ρος Καίσαρος Λ. Σεπτιμίου Σεου[ή]ρου | |
| Περτίνακος Σεβ(αστοῦ) τύχης καὶ νίκης ἱε[ρᾶς] | |
| 5 | [τε] συγκλ[ή]του καὶ δήμου Ῥωμαίων κ[α]ὶ [δή]- |
| μου Συρίων Μο[δέ]στος Ἀνταίου στε[φανη]- | |
| φόρος ἐπών[υμος] ἄρχων ἐκαλλιέρησεν | |
| [δι’] ὅλου τοῦ ἔτους Ἑστίαι Πρυτανείαι καὶ τοῖ[ς] | |
| [ἄ]λλοις θεοῖς, καὶ παρέσχεν τῆ[ι μ]ὲν τετράδι | |
| 10 | [τῆ]ι γερουσίαι πάντα τ[ὰ] ἐξ ἔθους, τῶι δὲ νέωι |
| [ἔτει] τοῖς μὲν τὴν γερουσίαν νέμουσιν δεῖ[π]- | |
| [νον, κα]ὶ ἔδωκεν ἑκάστωι αὐτῶν σφυρίδος | |
| [․․․․․․]Λ γυναιξὶν δὲ ἐλευθέραις καὶ παι- | |
| [σὶ θηλείαις πα]ρέσχεν οἶνον καὶ ἔδω- | |
| 15 | [κεν ἑκάστηι διανομῆ]ς ἀνὰ ἀσσάρια ὀκτ[ώ], |
| [τῆι δὲ ἑξῆς ἡμέραι παρέσ]χεν τοῖ[ς μὲν] | |
| [γερουσιασταῖς καὶ ἄλλοις οἷς ἐβουλήθη] | |
| [δεῖπνον {²etc.}² — — — — — — — — —]. |