[ ]
Ceos — Coresia — beg. 3rd c. BC
| 1 | — — — — — — — —εις εἰσίν· τὸν δὲ νόμο[ν λῦσαι(?) ὃν] |
| [εἶπεν περὶ — — — —]πά[λ]ης Πολυπείθης, τοὺς [δὲ προβού]- | |
| [λ]ους τ[οὺς ἀεὶ ὄντας ἐγ]διδόναι ἐν τῶι Μαιμακτηρ[ιῶνι μη]- | |
| νὶ τὴμ μησ[․․․․․ ἐνά]τηι ἀπιόντος καὶ διδόναι τῶι ἐγλ[αβόν]- | |
| 5 | τι εἰς ἱερεῖα Η𐅄 δραχμάς· τὸν δ’ ἐγλαβόντα ἔγγυον καταστ[ῆ]- |
| σαι, ὃν ἂν δέχωνται οἱ πρόβουλοι ἑστιάσειν κατὰ τὸν νό- | |
| μον· θύειν δὲ τὸμ μὲμ βοῦν βεβληκότα, τὴν δὲ οἶν βεβληκυῖαν· | |
| ἂν δέ τι καὶ ὑάμινον θύηι, μὴ πρεσβύτερον ἐνιαυσίου καὶ ἑγμ[ή]- | |
| νου· ἑστιᾶν δὲ τούς τε πολίτας καὶ οὓς ἡ πόλις κέκληκεν | |
| 10 | καὶ τοὺς μετοίκους καὶ τοὺς ἀπελευθέρους ὅσοι τὰ τέλη |
| φέρουσιν εἰς Κορησίαν· παρέχειν δὲ καὶ δεῖπνον καὶ οἶνον καὶ | |
| τρωγάλια καὶ τἄλλα πάντα καλῶς καὶ κρεῶν σταθ[μ]ὸν κατὰ | |
| τὸν ἄνδρα ὠμὰ ἱστάντα μὴ ἔλαττον ΜΜ καὶ ἐκ τῶν ἐγκοι- | |
| λίων ὅσα ἂν ἔχηι τὰ ἱερεῖα, δοκιμάζειν δὲ τὰ ἱερεῖα τοὺς προβούλους | |
| 15 | καὶ τόν ταμίαν καὶ τὸγ κήρυκα, καὶ ἀφίστασθαι τὰ κρέα καὶ τῶν ἱε- |
| ρῶν προΐστασθαι, ἀποδιδόναι δὲ τὸ δεῖπνον δέκα ποδῶν καὶ οἶνο[ν] | |
| παρέχειν ἀρεστὸν μέχρις ἂν ἥλιος δύηι· [ἐ]ὰν δὲ δοκιμασθῆι ἡ ἑ[σ]- | |
| τίασις, ἀποδοῦναι τῆι ὑστεραίαι τὸ ἀργύριον τὸ λοιπὸν τὸν ταμί- | |
| αν οὗ ἂν ἐγλάβηι· ἂν δὲ μή, ἀπεῖναι αὐτῶι τῆς ἐγλαβῆς τὸ πέμ- | |
| 20 | πτομ μέρος· τιθέναι δὲ καὶ ἀγῶνα τῆι ἑορτῆι τοὺς προβούλους ἀπ[ὸ] |
| δραχμῶν 𐅄Δ𐅃, αἱρεῖσθαι δὲ καὶ γυμνασίαρχον ἅμα ταῖς ἄλλαις | |
| ἀρχαῖς μὴ νεώτερον τριάκοντα ἐτῶν· τοῦτον δὲ ποιεῖν λαμπάδα | |
| τῶν νεωτέρων τῆι ἑορτῆι καὶ τἄλλα ἐπιμέλεσθαι τὰ κατὰ τὸ γυ- | |
| μνάσιον, καὶ ἐξάγειν εἰς μελέτην ἀκοντισμοῦ καὶ τοξικῆς καὶ | |
| 25 | καταπαλταφεσίας τρὶς τοῦ μηνός· ὃς δ’ ἂμ μὴ παρῆι τῶν νεω- |
| τέρων δυνατὸς ὤν, κύριος ἔστω αὐτὸν ζημιῶν μέχρι δραχμῆς· | |
| διδόναι δὲ τοὺς προβούλους τοῖς νικῶσιν τοξότηι ἀνδρὶ τό- | |
| ξον, φαρέτραν τοξευμάτων,Δ𐅃, δευτερεῖον τόξον, 𐅃𐅂𐅂, ἀκοντισ- | |
| τῆι [ἀ]νδρὶ λόγχας τρεῖς, περικεφαλαίαν, 𐅃𐅂𐅂𐅂, δευτερεῖον λόγ- | |
| 30 | χας τρεῖς, 𐅂ΙΙΙΙ, καταπαλταφέτηι ἀνδρὶ περικεφαλαίαν, κόντον, |
| 𐅃𐅂𐅂𐅂, τῶι δευτέρωι κόντος {²⁶κόντον}²⁶, 𐅃𐅃, λαμπαδάρχωι τῶι νικῶντι ἀσπίδα, ΔΔ, | |
| τιθέναι δὲ καὶ παίδων ἀγῶνα καὶ διδόναι ἆθλα παιδὶ τοξότηι | |
| κρεῶν μερίδα, ἀκοντιστῆι παιδὶ μερίδα· τὰ δὲ ὅπλα παρασκευά- | |
| ζειν τοὺς προβούλους τοὺς ἐξιόντας καὶ παραδιδόναι τοῖς | |
| 35 | ἐφισταμένοις· τὸν δὲ ταμίαν τὴν τιμὴν διδόναι, διδόναι δὲ καὶ ῥα- |
| ψωιδῶι κρεῶν μερίδα, καταλείπειν δὲ καὶ καταπάλτην τοὺς | |
| προβούλους τοὺς ἀεὶ ὄντας καὶ βέλη τριακόσια ἄχρις ἂν ἐπί- | |
| καιρον δοκῆι εἶναι τῆι βουλῆι· μὴ ἐξεῖναι δὲ ἀποδόσθαι τὰ ἆθλα | |
| ἃ ἂν λάβηι· τοὺς δὲ στρατηγοὺς ἐν τῆι ἐξοπλασίαι ἐξετάζειν· | |
| 40 | ἀναγράφειν δὲ εἰς λεύκωμα ἑξῆς τοὺς ἀεὶ νικῶντας τὸγ γρα<μ>- |
| ματέα· ἂν δὲ δόξει ὁ νόμος, ἀναγράψαι εἰς στήλην καὶ στῆσαι | |
| εἰς τὸ τέμενος. |