[ ]
Ceos — Iulis — 2nd c. BC — IG XII,5 Add. p. 333
— — — — — — — — — — — — | |
[εἶναι δὲ αὐτὸν πρόξενον] | |
1 | καὶ [εὐεργέτην καὶ αὐτὸν] |
καὶ τοὺς ἐγγ[όνους αὐτοῦ] | |
τῆς πόλεως τῆς Ἰ[ουλητῶν]. | |
ὑπάρχειν δὲ αὐτῶ[ι καὶ πρόσο]- | |
5 | δον πρὸς τὴν βουλὴν καὶ [τὸν δῆ]- |
μον καθάπερ καὶ τοῖς ἄλλ[οις εὐ]- | |
εργέταις, ἀναγορεύεσθαι δὲ [τὸν] | |
στέφανον κατ’ ἐνιαυτὸν ὑπὸ τ[ὰ] | |
Διονύσια τῶι ἀγῶνι τῶν τραγω[ι]- | |
10 | δῶν· ὅπως δὲ καὶ ὁ δῆμος ὁ Ῥοδί- |
ων ἐπιγνῶι τὰς γεγενημένας τι- | |
μὰς Χαρμίππωι, συνθέτωσαν οἱ | |
πρυτάνεις τῶι εἱρημένωι ἀνδρὶ | |
Θευφάνει τὸ ψήφισμα σφραγισά- | |
15 | μενοι τεῖ δημοσίαι σφραγῖδι, ἀνα- |
γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν | |
γραμματέα τῆς βουλῆς εἰς στήλην | |
λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος τοῦ Πυθίου· τὸ δὲ | |
20 | γενόμενον ἀνάλωμα δό- |
⸏τω ὁ ταμίας. |