[ ] Ceos — Iulis — 2nd c. BC — IG XII,5 Add. p. 333
— — — — — — — — — — — —
[εἶναι δὲ αὐτὸν πρόξενον]
1 καὶ [εὐεργέτην καὶ αὐτὸν]
καὶ τοὺς ἐγγ[όνους αὐτοῦ]
τῆς πόλεως τῆς [ουλητῶν].
ὑπάρχειν δὲ αὐτῶ[ι καὶ πρόσο]-
5 δον πρὸς τὴν βουλὴν καὶ [τὸν δῆ]-
μον καθάπερ καὶ τοῖς ἄλλ[οις εὐ]-
εργέταις, ἀναγορεύεσθαι δὲ [τὸν]
στέφανον κατ’ ἐνιαυτὸν ὑπὸ τ[ὰ]
Διονύσια τῶι ἀγῶνι τῶν τραγω[ι]-
10 δῶν· ὅπως δὲ καὶ ὁ δῆμος ὁ Ῥοδί-
ων ἐπιγνῶι τὰς γεγενημένας τι-
μὰς Χαρμίππωι, συνθέτωσαν οἱ
πρυτάνεις τῶι εἱρημένωι ἀνδρὶ
Θευφάνει τὸ ψήφισμα σφραγισά-
15 μενοι τεῖ δημοσίαι σφραγῖδι, ἀνα-
γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν
γραμματέα τῆς βουλῆς εἰς στήλην
λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος τοῦ Πυθίου· τὸ δὲ
20 γενόμενον ἀνάλωμα δό-
⸏τω ὁ ταμίας.
Search Help
Contact Us