[ ]
Ceos — Poeessa — 3rd c. BC
| 1.1 | — — — — — — — — — — — — — — — — — — — — — — — |
| [Πο]ιήσσιοι· εἶναι δὲ αὐτῶι [κ]αὶ εὑρέσθαι ἀγ[α]- | |
| [θὸ]ν ὅ,τι ἂν βούληται παρὰ τοῦ δήμου [τοῦ] | |
| [Πο]ιησσίων· ἀναγράψ[α]ι δὲ τὸ ψήφισ[μα] τό- | |
| 5 | δε εἰς στήλην λιθίνην καὶ στῆσα[ι] εἰ[ς τ]ὸ |
| [ἱ]ερὸν τοῦ Ἀπόλλωνος· τὸ δὲ ἀνάλωμ[α] | |
| δοῦ[ν]αι τὸν ταμίαν. | |
| 2.8 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· ἐπειδὴ Μ[άρων Π]ολυκρείοντος Ἡρακλ[ειώ]- |
| της ἀνὴρ ἀγαθός ἐστι περὶ τοὺς ἀφικνουμένους τῶν πολι[τῶν], | |
| 10 | εἶναι αὐτὸν πολίτην Ποιησσίων καὶ αὐτὸν καὶ ἐκγόνους, [εἶναι δὲ] |
| αὐτῶι ἀγαθὸν εὑρέσθαι παρὰ τῆς πόλεως τῆς Ποιησσί[ων ὅ,]τι [ἂν] | |
| βούληται· ἀναγράψαι δὲ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλω[νος] | |
| [εἰς στ]ήλην. | |
| 3.14 | [ἔ]δ[ο]ξ[ε]ν τεῖ βουλεῖ καὶ τῶι δήμωι· ἐπειδὴ Παυσανί- |
| 15 | ας Ἀνδρονίκου Μακεδὼν ἀνὴρ ἀγαθὸς ὢν διατε- |
| [λ]εῖ περὶ τὴν πόλιν τὴν Ποιησίων, εἶναι αὐτὸν π[ο]- | |
| λίτ[η]ν καὶ πρόξενον Ποιησσίων καὶ αὐτὸν καὶ | |
| [ἐκ]γόνους, καὶ εἶναι αὐτῶι ἀγαθὸν εὑρέσθαι παρ[ὰ] | |
| [τῆ]ς πόλειως τῆς Ποιησσίων ὅ,τι ἂν βούλητ[αι·] | |
| 20 | [ἀν]αγρά[ψ]αι δὲ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνο[ς]. |