[ ]
Ceos — Carthaea — 3rd c. BC — IG XII,5 Add. p. 323
| 1 | Θεωρίλος εἶπε[ν· ἔ]δοξεν τῆι βουλῆι |
| καὶ τῶι δήμωι· ἐπειδὴ Λύκων Πυθέα | |
| Βυζάντιος εὔνους ὢν τυγχάνει τῆ[ι] | |
| πόλει τῆι Καρθαιέων καὶ τῶν πολιτῶ[ν] | |
| 5 | τοῖς ἐντυγχάνουσιν χρείας παρέχ[ε]- |
| ται, χαρίζεσθαι βουλ[όμ]ενος τεῖ πόλ[ει], | |
| παρεπιδεδήμηκέν τε ἐν τῆι πόλει | |
| εὐτάκτως καὶ καλῶς, δεδό[χθ]αι τῆι | |
| βουλῆι, ἐπαινέσαι Λύκωνα εὐ[νοίας] | |
| 10 | ἕνεκεν καὶ [φ]ιλοτιμίας ἣν ἔχει περ[ὶ] |
| τὴν πόλιν ἡμῶν, εἶναι δὲ αὐ[τὸν] | |
| πολίτην τῆς πόλεως τῆς Καρ[θα]ι̣έ[ων] | |
| καὶ τοὺς ἐκγόνους αὐτοῦ, μετέχον- | |
| τας πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται, | |
| 15 | [κα]ὶ φυλῆς ἧς ἂν βούλωνται καὶ οἴκου. |