[ ]
Ceos — Carthaea — end 3rd c. BC — IG XII,5 Add. p. 321
1 | Ἐσχατίων εἶπεν· ἔδοξεν [τ]ῆ[ι] β[ουλῆ]ι [κα]ὶ τῶι δ[ή]μωι· ἐπειδὴ Χαιρέα[ς]· Χαιρίππου |
Ἀθηναῖος ἐν τῶι ἔμπροσθεν χρόνωι [εὔνους] ὢν διετέλει τῶι δήμωι τῶι Καρθαιέων | |
ποιῶν ἀγαθὸν ὅ,τι ἠδύνατο κοινῆι τ[ε τὴν πόλι]ν καὶ τοὺς ἀποστελλομένους δημοσία[ι] | |
εἰς Ἀθήνας, καὶ ἰδίαι τοὺς ἐντυγ[χ]άνον[τας] τῶμ πολιτῶν, καὶ νῦν ἀναγγέλλουσιν | |
5 | αὐτὸν Ἀλεξιτέλης καὶ Ξενόστρατο[ς] καὶ ο[ἱ σύ]νδικοι οἱ [ἀ]ποσταλέντες ὑπὸ τῆς |
πόλεως ἐπὶ τὰς δίκας τὰς κατὰ Ζήνι[δος κα]ὶ Λυσιμάχου Δίων, [Κ]λεόνικος, | |
Σωσιτέλης, Φιλόνικος καὶ ἐπιμέλειαν πεποιῆσ[θ]α[ι] αὐτ[ῶν] καὶ χρείας παρεσχῆσθαι | |
χαρίζεσθαι βουλόμενο[ν] τῆι πόλει, δεδόχθαι τῶ[ι δήμωι· ἐ]παινέσαι Χαιρέαν Χαιρίππου | |
Ἀθηναῖον ἀρετῆς ἕνεκεν καὶ εὐνο[ί]ας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸγ Καρθαιέων | |
10 | καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι καὶ ἀνακηρῦξαι τὸν [σ]τέφανον Διονυσίοις· εἶναι δὲ |
[αὐτ]ῶι καὶ εὑρέσθαι παρὰ τοῦ δήμου τοῦ Καρθαιέων ἀγαθὸν ὅ,τι ἂμ βούληται· ἀν[α]γράψαι δὲ | |
[τὸ ψήφισμα εἰ]ς τὸ ἱερὸν τοῦ Ἀπ[ό]λλωνος παρὰ τὸ ψήφισμα τὸ περὶ τῆς πολιτεί[α]ς <τῆς> αὐτῶι | |
[πρότερον δοθείσης· τὸ δὲ ἀν]ήλωμα δοῦναι τὸν ταμίαν. |