[ ]
Ceos — Carthaea — 3rd c. BC
| 1 | ․․․․․κλῆς εἶπεν· ἔδοξεν τῆι βουλῆι |
| καὶ τῶι δήμωι· ἐπειδὴ Ἡγησικλῆς Ἀγαθοφάνου | |
| Κύθνιος παροικῶν ἐγ Καρθαίαι ἔτη πολλὰ | |
| [ἔ]ν τε [τ]ῶι ἔμπροσθεν χρόνωι εὔνους ὢν | |
| 5 | [δ]ι[ετέ]λ[ε]ι τῶι δήμωι τῶι Καρθαιέων καὶ εὐ- |
| [τάκτως] δὲ(?) καὶ καλῶς ἐνδημεῖ ἐν τῆι πόλει, | |
| δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι Ἡγησικλέα | |
| ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ εἶναι αὐ- | |
| τὸν πολίτην καὶ τοὺς ἐκγόνους αὐτοῦ | |
| 10 | τῆς πόλεως τῆς Καρθαιέων — —, [καὶ γῆς] ἔ[νκτησιν], |
| [ἐὰν β]ούλ[ω]ν[τα]ι, καὶ οἴκου εἶν[α]ι — — μ[ετέ]χον- | |
| [τ]ας [π]ά[ν]των ὧνπερ κ[α]ὶ οἱ ἄλλοι Καρθ[α]ιεῖς· | |
| ἀναγ[ρ]άψαι δὲ τ[ὴμ] πολιτεί[α]ν εἰς τὸ ἱερὸν | |
| τοῦ [Ἀ]πόλλωνος, [τ]ὸ δὲ ἀν[ή]λωμα δοῦναι | |
| 15 | τὸν ταμίαν. |