[ ] Ceos — Carthaea — 3rd c. BC — IG XII,5 Add. p. 321
1 Σωσίνικος Ἰσονίκου εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Φιλό-
θηρος Ἀντιφάνου [Μ]αλιεὺς [τετ]αγμένος ὑπὸ τὸν βασιλέα
Πτολεμαῖον, παραγενόμενος πλειονάκις εἰς τὴν πόλιν <τὴν> Καρ[θαιέων]
ἐπὶ τὴν κομιδὴν τῶν [δανεισμά]των, ἐν τούτοις τε συμπεριφέρεται
5 καὶ τὴν ἐνδημίαν ποεῖται καλῶς καὶ εὐτάκτως, ἀναγγέλλουσι δὲ καὶ
οἱ παραγινόμενοι τῶν πολιτῶν, ὅτι ὧν ἂν χρείαν ἔχωσιν ἢ κοινῆ[ι ἢ ἰ]-
δία[ι] ἐν ταῖς [δίκαις, ἂν] ἐντύχωσ̣ιν Φ̣ι̣λ̣οθήρωι, τὴν πᾶ-
[σα]ν σπου[δ]ὴν ποιεῖται τοῦ μη[δένα] κ[α]θυστερεῖν τῶν χρησ[ίμων],
καὶ ταῦτα πράττειν [βου]λό[μεν]ον [χαρίζ]εσθαι τῆι πόλει· περὶ δὴ τούτων [δε]-
10 [δό]χθαι τῆι βουλῆ[ι]· ἐπαινέσαι Φ[ι]λ[όθηρον Ἀντιφάνο]υ Μαλιέα εὐνοί[ας ἧς] ἔχει κοινῆι
[τε] ε[ἰ]ς τὴν [πό]λιν [καὶ ἰδίαι εἰς τοὺς πολίτας] {²etc.}²
Search Help
Contact Us