[ ]
Ceos — Carthaea — IG XII,5 Add. p. 319
| 1 | Ἐσχατίων εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ |
| Κλεόμηλος Κλεοβούλου Ἀθηναῖος πρόξενος ὢν τῆς πόλεως | |
| τῆς Καρθαιέων ἔν τε τῶι ἔμπροσθεν χρόνωι εὔνους ὢν δι[ε]τέ- | |
| λει τῶι δήμωι τῶι Καρθαιέων ποιῶν ἀγαθὸν ὅ,τι ἠδύνατο κοινῆι τε | |
| 5 | τὴμ πόλιν καὶ τοὺς ἀποστελλομένους δημοσίαι εἰς Ἀθήνας |
| καὶ ἰδίαι τοὺς ἐντυγχάνοντας τῶμ πολιτῶν, καὶ νῦν ἀγγέλ- | |
| λουσιν αὐτὸν Ξενόστρατος καὶ Ἀλεξιτέλης καὶ οἱ σύνδικοι οἱ | |
| ἀποσταλέντες ὑπὸ τῆς πόλεως ἐπὶ τὰς δίκας τὰς [κ]ατὰ [Ζ]ήνιδο[ς] | |
| καὶ Λυσιμάχου Δίων, Κλ[ε]όνικος, Σωσιτέλης Φιλόνικος ἐπιμέλεια[ν] | |
| 10 | [π]ε[π]ο[ιῆ]σθαι ἑαυτῶν καὶ χρείας παρεσχῆσθαι εἰς τὰ πράγματα, χα- |
| ρίζεσθαι βουλόμενον [τῆ]ι πόλ[ε]ι, [δε]δόχθαι τῶι δήμωι· ἐπαινέσαι | |
| μὲν αὐτὸν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ περὶ | |
| τὸν δῆμον τὸγ Καρθαιέων, εἶναι δὲ αὐτῶι πολιτείαν ἐγ Καρθαί<αι> [κ]αὶ | |
| τοῖς ἐκγόνοις αὐτοῦ, μετέχουσιν πάντων ὧν καὶ οἱ ἄλλοι πολῖ[ται], | |
| 15 | [καὶ γῆς αὐτοῖς ἔγκτησι]ν καὶ οἴκου εἶναι· ἐὰν δὲ δόξει τόδε τὸ ψ̣ή̣φι- |
| [σμα, ἀ]ναγ[ρ]ά̣ψ̣[α]ι [τ]ὴ̣μ πο]λιτείαν εἰς τὸ ἱερὸν το[ῦ Ἀ]πόλ[λωνος], | |
| [τὸ δὲ γενόμενον ἀν]ά̣λω̣[μ]α̣ δοῦναι τὸν ταμίαν. |