[ ] Ceos — Carthaea — IG XII,5 Add. p. 319
1 Ἐσχατίων εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ
Κλεόμηλος Κλεοβούλου Ἀθηναῖος πρόξενος ὢν τῆς πόλεως
τῆς Καρθαιέων ἔν τε τῶι ἔμπροσθεν χρόνωι εὔνους ὢν δι[ε]τέ-
λει τῶι δήμωι τῶι Καρθαιέων ποιῶν ἀγαθὸν ὅ,τι ἠδύνατο κοινῆι τε
5 τὴμ πόλιν καὶ τοὺς ἀποστελλομένους δημοσίαι εἰς Ἀθήνας
καὶ ἰδίαι τοὺς ἐντυγχάνοντας τῶμ πολιτῶν, καὶ νῦν ἀγγέλ-
λουσιν αὐτὸν Ξενόστρατος καὶ Ἀλεξιτέλης καὶ οἱ σύνδικοι οἱ
ἀποσταλέντες ὑπὸ τῆς πόλεως ἐπὶ τὰς δίκας τὰς [κ]ατὰ [Ζ]ήνιδο[ς]
καὶ Λυσιμάχου Δίων, Κλ[ε]όνικος, Σωσιτέλης Φιλόνικος ἐπιμέλεια[ν]
10 [π]ε[π]ο[ιῆ]σθαι ἑαυτῶν καὶ χρείας παρεσχῆσθαι εἰς τὰ πράγματα, χα-
ρίζεσθαι βουλόμενον [τῆ]ι πόλ[ε]ι, [δε]δόχθαι τῶι δήμωι· ἐπαινέσαι
μὲν αὐτὸν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ περὶ
τὸν δῆμον τὸγ Καρθαιέων, εἶναι δὲ αὐτῶι πολιτείαν ἐγ Καρθαί<αι> [κ]αὶ
τοῖς ἐκγόνοις αὐτοῦ, μετέχουσιν πάντων ὧν καὶ οἱ ἄλλοι πολῖ[ται],
15 [καὶ γῆς αὐτοῖς ἔγκτησι]ν καὶ οἴκου εἶναι· ἐὰν δὲ δόξει τόδε τὸ ψ̣ή̣φι-
[σμα, ἀ]ναγ[ρ]ά̣ψ̣[α]ι [τ]ὴ̣μ πο]λιτείαν εἰς τὸ ἱερὸν το[ῦ Ἀ]πόλ[λωνος],
[τὸ δὲ γενόμενον ἀν]ά̣λω̣[μ]α̣ δοῦναι τὸν ταμίαν.
Search Help
Contact Us