IG XII,5 526
[ ] Ceos — Carthaea — cf. IG XII,5 Add. p. 319
1 ἔδοξεν τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς [Κε]ίους τὰν φιλίαν τὰν ὑπάρχουσαν διαφυ-
λάσσειν, καὶ μηθένα [ἄ]γειν Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι πολιτευόν-
των τοὺς Κείους, μηθαμόθεν ὁρμώμενον, μήτε κατὰ γᾶν μήτε κατὰ θάλατ-
ταν, μήτε πὸτ Ἀμφικτυονικὸν μήτε πὸτ ἄλλο ἔγκλημα μηθέν, ὡς Αἰτωλῶν
5 ὄντων τῶν Κείων· εἰ δέ τίς κα ἄγει(?) τοὺς Κείους, τὸν στραταγὸν ἀεὶ τὸν ἔναρ-
χον <ὄν>τα τὰ ἐν Αἰτωλίαν καταγόμενα [ἀναπράσσ]οντα κύριον εἶμεν, καὶ τοὺς
συνέδρους καταδικάζοντας τοῖς Κείοις [τὰν τῶ]ν ἀ]γόντων αὐ]το[ὺς ζα]μίαν,
ἅγ κα δοκιμάζωντι, κυρίους εἶμεν. στρα[ταγέοντος Δωριμάχου(?) τὸ τέ]-
ταρτον, πρεσβευσάντων ἐ[κ] Κέ[ω — — — — — — — — — — — —]
Search Help
Contact Us