[ ] Paros — 263/2 BC
See also:
1 ․․․․․ου [․․․․ {²nomen auctoris}² ἐκ συγγραμμάτω]ν(?) παν[τοί]ων — — — — — —νων(?) ἀνέγραψα τοὺς ἀν— — — — — — —
․․․․․ ἀρξάμ[εν]ος ἀπὸ Κέκροπος τοῦ πρώτου βασιλεύσαντος Ἀθηνῶν εἵως ἄρχοντος ἐμ Πάρωι [μὲν {²lacuna?}²]
3a [․․․]υάνακτος, Ἀθήνησιν δὲ Διογνήτου
1.3b ἀφ’ οὗ Κέκροψ Ἀθηνῶν ἐβασίλευσε καὶ ἡ χώρα Κεκροπία ἐκλήθη, τὸ πρότερον καλου-
4a μένη Ἀκτικὴ ἀπὸ Ἀκταίου τοῦ αὐτόχθονος, ἔτη ΧΗΗΗΔ𐅃ΙΙΙ.
2.4b ἀφ’ οὗ Δευκαλίων παρὰ τὸν Παρνασσὸν ἐν Λυκωρείαι ἐβασίλευσε, [βα]σιλε[ύ]-
5a [ο]ντος Ἀθηνῶν Κέκροπος, ἔτη ΧΗΗΗΔ.
3.5b ἀφ’ οὗ δίκη Ἀθήνησι[ν ἐγέ]νετο Ἄρει καὶ Ποσειδῶνι ὑπὲρ Ἁλιρροθίου τοῦ Ποσειδῶνος, καὶ ὁ τόπος ἐκλήθη
6a Ἄρειος Πάγος, ἔτη ΧΗΗ𐅄Δ𐅃ΙΙΙ, βασιλεύοντος Ἀθηνῶν Κρ[ανα]οῦ.
4.6b ἀφ’ οὗ κατακλυσμὸς ἐπὶ Δευκαλίωνος ἐγένετο καὶ Δευκαλίων τοὺς
7 ὄμβρους ἔφυγεν ἐγ Λυκωρείας εἰς Ἀθήνας πρὸ[ς Κρανα]ὸν καὶ τοῦ Διὸ[ς τ]ο[ῦ] [Ὀλυ]μ[πί]ου τὸ ἱ[ερ]ὸν ἱδ[ρύσατ]ο καὶ τὰ Σωτήρια ἔθυσεν,
8a [ἔ]τη ΧΗΗ𐅄Δ𐅃, βασιλεύοντος Ἀθηνῶν Κρ[α]ν[α]οῦ.
5.8b [φ’ οὗ Ἀμφι]κτύων <ὁ> Δευκαλίωνος ἐβασίλευσεν ἐν Θερμοπύλαις καὶ συνήγε[ι]-
9 [ρε τ]οὺς περὶ τὸ [ἱε]ρὸν οἰκοῦντας καὶ ὠ[νό]μασεν Ἀμφικτύονας, καὶ π[ροέθυσε]ν, οὗ[περ] καὶ νῦν ἔτι θύουσιν Ἀμφικτύονες,
10a [ἔ]τη ΧΗΗ𐅄𐅃ΙΙΙ, βασιλεύοντος Ἀθηνῶν Ἀμφικτύονος.
6.10b ἀφ’ οὗ Ἕλλην ὁ Δευκ[αλίωνος Φθι]ώτιδος ἐβασίλευσε καὶ Ἕλληνες
11 [ὠν]ομάσθησαν, τὸ πρότερον Γραικοὶ καλούμενοι, καὶ τὸν ἀγῶνα Παναθ[ή]ναι[α] {²⁹Παν[ελλή]ν[ια]}²⁹ ἔθεσαν, ἔτη] ΧΗΗ𐅄𐅃ΙΙ, βασιλεύοντος
12a Ἀθηνῶν Ἀμφικτύονος.
7.12b ἀφ’ οὗ Κάδμος ὁ Ἀγήνορος εἰς Θήβας ἀφίκετο [— — — καὶ] ἔκτισε τὴν Καδμεί-
13a αν, ἔτη ΧΗΗ𐅄𐅃, βασιλεύοντος Ἀθηνῶν Ἀμφικτύονος.
8.13b ἀφ’ οὗ [Σπαρτοὶ οἱ μετὰ Κάδμου Θηβῶν ἐκπεσόντες Λακω]νικῆς ἐβασίλευσαν,
14a ἔτη ΧΗΗ𐅄ΙΙ, βασιλεύοντος Ἀθηνῶν Ἀμφικτύονος.
9.14b ἀφ’ οὗ ναῦ[ς Δαναὸν ἄγουσα μετὰ τῶν πεντ][κοντα Δαναίδ]ων(?) ἐξ Αἰγύπτου
15 [ε]ἰς τὴν Ἑλλάδα ἔπλευσε καὶ ὠνομάσθη πεντηκόντορος, καὶ αἱ Δαναοῦ θυγατέρες [— — —, καὶ Ἀμυμ]ώνη(?) καὶ Βα[— καὶ]
․․․․․․ὼ καὶ Ἑλίκη καὶ Ἀρχεδίκη ἀποκληρωθεῖσαι ὑπὸ τῶν λοιπῶν [Ἀθηνᾶς ἱερὸν(?) ἱδρύσ]αντ[ο]
17a καὶ ἔθυσαν ἐπὶ τῆς ἀκτῆς ἐμ παρά[πλω]ι(?) ἐν Λίνδωι τῆς Ῥοδίας, ἔτη ΧΗΗΔΔΔΔ𐅃ΙΙ, βασιλεύο[ντος Ἀθηνῶν — — —(?)].
10.17b                                      [ἀφ’ οὗ Ἐριχ]-
18 θόνιος Παναθηναίοις τοῖς πρώτοις γενομένοις ἅρμα ἔζευξε καὶ τὸν ἀγῶνα ἐδείκνυε καὶ Ἀθηναίους [ὠν][μασε, κ]αὶ [ἄγαλμα]
[Θ]εῶν Μητρὸς ἐφάνη ἐγ Κυβέλοις, καὶ Ὕαγνις ὁ Φρὺξ αὐλοὺς πρῶτος ηὗρεν ἐγ Κ[ελ]α[ι]ναῖ[ς πόλει τῆ]ς Φρ[υγίας, καὶ ἁρμονίαν τὴν κα]-
20 [λ]ουμένην Φρυγιστὶ πρῶτος ηὔλησε, καὶ ἄλλους νόμους Μητρός, Διονύσου, Πανὸς καὶ τὸν ἐπ[ὶ τῶι Πύθωνι ἐπικήδειον(?)]
21a [Λυδιστί], ἔτη ΧΗΗΔΔΔΔΙΙ, βασιλεύοντος Ἀθηνῶν Ἐριχθονίου τοῦ τὸ ἅρμα ζεύξαντος.
11.21b              ἀφ’ οὗ Μίνως [Κ]ρ[ήτης] βα[σιλεύσας Κνωσὸν]
22 [καὶ Κυδω]νίαν ὤικισε, καὶ σίδηρος ηὑρέθη ἐν τῆι Ἴδηι, εὑρόντων τῶν Ἰδαίων Δακτύλων Κέλμιος κ[αὶ Δαμναμενέως, ἔτη — —, βα]-
23a [σι]λεύοντος Ἀθηνῶν Πανδίονος.
12.23b ἀφ’ οὗ Δημήτηρ ἀφικομένη εἰς Ἀθήνας καρπὸν ἐφύ[τευσ]εν καὶ Πρ[οηροσία(?) ἐ]πρά[χθη πρ]ώτη δ[— — —]
24a [Τ]ριπτολέμου τοῦ Κελεοῦ καὶ Νεαίρας, ἔτη ΧΗΔΔΔΔ𐅃[Ι], βασιλεύοντος Ἀθήνησιν Ἐριχθέως.
13.24b                                ἀφ’ οὗ Τριπτό[λεμος πρῶτος]
25a [καρπὸν] ἔσπειρεν ἐν τῆι Ῥαρίαι καλουμένηι Ἐλευσῖνι, ἔτη Χ[Η]ΔΔΔΔ𐅃, βασιλεύοντος Ἀθηνῶν [Ἐριχθέως].
14.25b                  [ἀφ’ οὗ Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης]
26 υἱὸ[ς τὴ]ν [ἑ]αυτοῦ πο<ί>ησιν ἐξ[έ]θηκε Κόρης τε ἁρπαγὴν καὶ Δήμητρος ζήτησιν καὶ τὸν αὐτου[ργηθέντα ὑπ’ αὐτῆς σπόρον καὶ τὸ]
27a [ἐκεῖθεν ἔ]θος τῶν ὑποδεξαμένων τὸν καρπόν, ἔτη ΧΗΔΔΔ𐅃, βασιλεύοντος Ἀθηνῶν Ἐριχθέως.
15.27b                                           [ἀφ’ οὗ Εὔμολπος ὁ]
28 [Μουσαί]ου τὰ μυστήρια ἀνέφηνεν ἐν Ἐλευσῖνι καὶ τὰς τοῦ [πατρὸς Μ]ουσαίου ποιήσ[ει]ς ἐξέθηκ[εν, ἔτη ΧΗ— —, βασιλεύοντος Ἀθηνῶν]
29a [Ἐριχθέ]ως τοῦ Πανδίονος.
16.29b ἀφ’ οὗ καθαρμὸς πρῶτον ἐγένετο ․․․․․ΟΥΠΡΩΤΩΙΑΟΝ․․․ΕΑΝΤ․․․․․․,
30a ἔτη Χ[— —]ΔΙΙ, βασιλεύοντος Ἀθηνῶν Πανδίονος τοῦ Κέκροπος.
17.30b ἀφ’ οὗ [ἐ]ν Ἐλευσῖνι ὁ γυμνικὸς [ἀγὼν ἐτέθη, καὶ] ἀφ’ οὗ [τὰ Ὀλύμπια]
31 [ἐν Ἤλιδ]ι [κ]αὶ τὰ Λύκαια ἐν Ἀρκαδίαι ἐγένετο, καὶ Λ․․ΚΚΕ․․․․․ Λυκάονος ἐδόθησαν [ἐν(?)] τοῖς Ἕλλ[η]σι[ν, ἔτ]η [Χ— —], βασιλεύον-
32a τος Ἀθηνῶν Πανδίονος τοῦ Κέκροπος.
18.32b ἀφ’ οὗ ΚΑ․․․․Γ․․․․․․․ΗΣΙΑΙ Ἡρακλῆς ․․․․․Ν․․․․․․․Ω․․․․․ΔΟΣΤ[․․․, ἔτη Χ — —],
33a βασιλεύοντος Ἀθήνησιν Αἰγέως.
19.33b ἀφ’ οὗ Ἀθήνησι [σπάνι]ς τῶν καρπῶν ἐγένετο καὶ μαντευομένο<ι>ς Ἀθην[αίοις Ἀπόλ]λων ἔ[χρ]η[σε τοῦ Ἀνδρόγεω φό]-
34a [νου δίκα]ς ὑποσχε[ῖν][ς] ἂμ Μίνως ἀξιώσει, ἔτη ΧΔΔΔΙ, βασιλεύοντος Ἀθηνῶν Αἰγ[έως].
20.34b                                  ἀφ’ οὗ Θησ[εὺς βασιλεύσας]
35 Ἀθηνῶν τὰς δώδεκα πόλεις εἰς τὸ αὐτὸ συνώικισεν, καὶ πολιτείαν(?) καὶ τὴν δημοκρατίαν ἀπ[έδ]ω[κε, καὶ — — — — — —]
36a [․․․․]ος Ἀθηνῶν τὸν τῶν Ἰσθμίων ἀγῶνα ἔθηκε Σίνιν ἀποκτείνας, ἔτη 𐅅ΗΗΗΗ𐅄ΔΔΔΔ𐅃.
21.36b ἀπὸ τῆς Ἀμ[αζ]όν[ων εἰς] τὴ[ν Ἀττικὴν στρατείας ἔτη]
37a [𐅅ΗΗΗΗ𐅄]ΔΔΔΔΙΙ, βασιλεύοντος Ἀθηνῶν Θησέως.
22.37b ἀφ’ οὗ Ἀργεῖοι [μ]ε[τ]Ἀδράσου ἐπὶ Θή]βας [ἐστράτ]ευσαν καὶ τὸν ἀγῶνα [ἐ]ν [Νεμέ]α[ι ἔ]θ[εσ]αν [ἐπ’ Ἀρχε]-
38a [μόρωι(?)], ἔτη 𐅅ΗΗΗΗ𐅄ΔΔΔ𐅃ΙΙ, βασιλεύοντος Ἀθηνῶν Θησέως.
23.38b ἀφ’ οὗ οἱ [Ἕλλη]νες εἰς Τροίαν ἐ[ξεστ]ράτευσ[αν], ἔτη 𐅅ΗΗΗΗ𐅄ΙΙΙΙ, βασιλεύοντος Ἀθη[νῶν]
39a [Μεν]εσθέως τρεισκαιδεκάτου ἔτους.
24.39b ἀφ’ οὗ Τροία ἥλω, ἔτη 𐅅ΗΗΗΗΔΔΔΔ𐅃, βασιλεύοντος Ἀθηνῶν [Μενεσθέ]ως δευτέρου <καὶ εἰκοστοῦ> ἔτους μηνὸς Θ[αρ]-
40a [γηλιῶ]νος ἑβδόμηι φθίνοντος.
25.40b ἀφ’ οὗ Ὀρέστη[ι τῶ]ι Ἀ[γαμέμνο]ν[ος καὶ τῆι Α]ἰγίσθου θυγατρὶ [Ἠριγ]όν[ηι ὑπὲρ Αἰ]γίσθου καὶ [Κλ]υ[ταιμήστρας φόνου δίκη]
41a [ἐγένετ]ο ἐν Ἀρεί[ωι] Πάγωι, ἣν Ὀρέστης ἐνίκησεν [ἴσων γενομένων τ]ῶν [ψήφων, ἔτη [𐅅]ΗΗΗΗΔΔΔ[ΔΙ]ΙΙ(?), βασιλεύοντος Ἀθηνῶν Δημοφῶντος.
26.41b                                          ἀφ οὗ [Σαλαμῖνα]
42a [τὴν ἐγ] Κύπρωι Τεῦκρος ὤικισεν, ἔτη 𐅅ΗΗΗΗΔΔΔ𐅃ΙΙΙ, βασιλεύοντος Ἀθηνῶν Δημοφῶντος.
27.42b ἀφ’ οὗ Νη[λ]εὺς ὤικισ[ε Μίλητον καὶ τὴν] ἄλ[λ]η[ν][πα]σ[αν]
43 [Ἰωνί]αν Ἔφεσον Ἐρυθρὰς Κλαζομενὰς [Πριήν]ην [Λέβεδ]ον [Τέω] Κολοφῶνα [Μ]υοῦντα [Φώκ]α[ιαν] Σάμον [Χίον, καὶ] τὰ [Παν]ιώνι[α] ἐγένετο, ἔτ[η] [𐅅ΗΗΗΔΔΙΙΙ, βασιλεύοντος Ἀθηνῶν
44a Μέ<δοντος>. {<Με>νεσθ<έ>ως τρεισκαιδεκάτου [ἔτο]υς}.
28.44b ἀφ οὗ [Ἡσ]ίοδος ὁ ποιητὴς [ἐφάν]η, ἔτη 𐅅Η𐅄ΔΔ․․, βασιλεύοντος Ἀθηνῶν —
45a ․․․․․
29.45b ἀφ’ οὗ Ὅμηρος ὁ ποιητὴς ἐφάνη, ἔτη 𐅅ΗΔΔΔΔΙΙΙ, βασιλεύοντος Ἀθηνῶ[ν Δ]ιογνήτου.
30.45c ἀφ’ οὗ Φ[εί]δων ὁ Ἀργεῖος ἐδήμευσ[ε τὰ μ][τρα καὶ]
46 [στ]αθμὰ κατεσκεύασε καὶ νόμισμα ἀργυροῦν ἐν Αἰγίνηι ἐποίησεν ἑνδέκατος ὢν ἀφ’ Ἡρακλέους, ἔτη 𐅅ΗΔΔΔΙ, βασιλεύοντος Ἀθηνῶν
47a [Φερεκλ]είους.
31.47b ἀφ’ οὗ Ἀρχίας Εὐαγήτου δέκατος ὢν ἀπὸ Τημένου ἐκ Κορίνθου ἤγαγε τὴν ἀποικίαν [καὶ ἔκτισε] Συρακού[σσας, ἔτη — — —,]
48a [․․ βασι]λεύ[ον]τος Ἀθηνῶν Αἰσχύλου, ἔτους εἰκοστοῦ καὶ ἑνός.
32.48b ἀφ’ οὗ κατ’ ἐνιαυτὸν ἦρξεν ὁ ἄρχων, ἔτ[η] ΗΗΗΗΔΔ.
33.48c ἀφ’ οὗ [Ἀρχίλοχ]ο[ς(?) ․․․․․․․]
49a [․․․․․․․․․․], ἔτη ΗΗΗΗΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Λυσιά[δου].
34.49b ἀφ’ οὗ Τέρπανδρος ὁ Δερδένεος ὁ Λέσβιος τοὺς νόμους τοὺ[ς κιθ]α[ρωι]δ[ικ]οὺς {ΘΑΙΑΥΛΗΤ․․} [ἐκαι]-
50a [νοτόμ]ησε καὶ τὴν ἔμπροσθε μουσικὴν μετέστησεν, ἔτ[η] ΗΗΗ𐅄ΔΔΔΙ, ἄρχοντος Ἀθήνησιν Δρωπίδου.
35.50b ἀφ’ οὗ Ἀ[λυάττη]ς Λυδ[ῶν ἐβα]σίλευσ[εν, ἔτη]
51a [ΗΗΗ]ΔΔΔΔΙ, ἄρχοντος Ἀθήνησιν Ἀριστοκλε[ί]ους.
36.51b ἀφ’ οὗ Σαπφὼ ἐγ Μιτυλήνης εἰς Σικελίαν ἔπλευσε φυγοῦσα [— — — —, ἔτη ΗΗΗΔΔ—],
52a [ἄρχο]ντος Ἀθήνησιν μὲν Κριτίου τοῦ προτέρου, ἐν Συρακούσσαις δὲ τῶν γαμόρων κατεχόντων τὴν ἀρχὴν.
37.52b                    [ἀφ’ οὗ Ἀ]μ[φικτ][ονες ἔθ]υ[σαν κ]αταπο-
53a [λημήσα]ντες Κύρραν, καὶ ὁ ἀγὼν ὁ γυμνικὸς ἐτέθη χρηματίτης ἀπὸ τῶν λαφύρων, ἔτη ΗΗ[Η]ΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Σίμω[ν]ος.
38.53b                                           ἀφ’ οὗ [ἐν Δελφοῖ]ς
54a [ὁ στε]φανίτης ἀγὼν πάλιν ἐτέθη, ἔτη ΗΗΗΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Δαμασίου τοῦ δευτέρου.
39.54b ἀφ’ οὗ ἐν Ἀθ[ήν]αις κωμω[ιδῶν χο]ρ[ὸς ἐτ]έθη [στη]σάν-
55 [των πρώ]των Ἰκαριέων, εὑρόντος Σουσαρίωνος, καὶ ἆθλον ἐτέθη πρῶτον ἰσχάδω[ν] ἄρσιχο[ς] καὶ οἴνου με[τ]ρητής, [ἔτη ΗΗ— — ἄρχοντος Ἀθήνησιν]
56a [․․․․․․․․].
40.56b ἀφ’ οὗ Πεισίστρατος Ἀθηνῶν ἐτυράννευσεν, ἔτη ΗΗ𐅄ΔΔΔΔ𐅃ΙΙ, ἄρχοντος [Ἀθήνησ]ι Κ[ωμέ]ου.
41.56c ἀφ’ οὗ Κροῖσος [ἐξ] Ἀσίας [εἰς] Δελφοὺς ἀ[πέστειλε θεωρούς],
57a [ἔτη ΗΗ𐅄]ΔΔΔΔΙΙ, ἄρχοντος Ἀθήνησιν Εὐθυδήμου.
42.57b ἀφ’ οὗ Κῦρος ὁ Περσῶν βασιλεὺς Σάρδεις ἔλαβεν καὶ Κροῖσον ὑπὸ [τῆς Πυθία]ς σφαλ[έντα(?), ἔτη ΗΗ𐅄ΔΔ— —, ἄρχοντος Ἀθήνησιν — — —]·
58a [ἦν δὲ] καὶ Ἱππῶναξ κατὰ τοῦτον ὁ ἰαμβοποιός.
43.58b ἀφ’ οὗ Θέσπις ὁ ποιητὴς [ὑπεκρίνα]το πρῶτος, ὃς ἐδίδαξε [δρ][μα ἐν ἄστ[ει, καὶ ἐ]τέθη ὁ [τ]ράγος [ἆθλον], ἐτη ΗΗ𐅄— —, ἄρχοντος Ἀθ[ήνη]-
59a [σι ․․․]ναίου τοῦ προτέρου.
44.59b ἀφ’ οὗ Δαρεῖος Περσῶν ἐβασίλευσε Μάγου τελευτήσαντος, ἔτη [ΗΗ]𐅄𐅃Ι, ἄρχοντος Ἀθήνησ[ι — —].
45.59c ἀφ’ οὗ Ἁρμόδιος καὶ [Ἀριστογε]ίτων ἀπέκτε[ιναν]
60 [Ἵππα]ρχον Πεισιστράτου [διά]δ[οχ]ον καὶ Ἀθηναῖοι [ἐξανέστ]ησαν τοὺς Πεισιστρατίδας ἐκ [τοῦ Π]ελασγι[κ]οῦ τείχους, ἔτη ΗΗΔΔΔΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἁ[ρ]π[ακ]-
61a [τίδου](?).
46.61b ἀφ’ οὗ χοροὶ πρῶτον ἠγωνίσαντο ἀνδρῶν, ὅ [τε] διδάξας Ὑπό[δι]κος ὁ Χαλκιδεὺ[ς] ἐνίκ[α], ἔτη ΗΗΔΔΔΔ𐅃Ι, ἄρχοντος Ἀθήνησιν Λυσαγόρου.
47.61c                                ἀφ’ οὗ Με[λαν]ιππί[δης] Μ[ήλιος]
62a [ἐνίκησ]εν Ἀθήνησιν, ἔτη ΗΗΔΔΔΙ, ἄρχοντος Ἀθήνησι Πυθοκρίτου.
48.62b ἀφ’ οὗ ἡ ἐμ Μαραθῶνι μάχη ἐγένετο Ἀθηναίοις πρὸς τοὺς Πέρσας Ἀρ[ταφ][ρνην τε τὸ]ν Δαρείου ἀδελ[φ]ι-
63 [δοῦν κα][Δᾶ]τιν στρατηγόν, ἣν ἐνίκων Ἀθηναῖοι, ἔτη ΗΗΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν [τοῦ] δευτέρου [Φα]ιν[ί]π[που], ἧι ἐν μάχηι συνηγωνίσατο Αἰσχύλος ὁ ποιητὴς [ἐ]-
64a [τ][ν] ὢν ΔΔΔ𐅃.
49.64b ἀφ’ οὗ Σιμωνίδης ὁ Σιμωνίδου πάππος τοῦ ποιητοῦ, ποιητὴς ὢν καὶ αὐτός, ἐνίκησεν [Ἀθή]νησι, καὶ Δαρεῖος τελευτᾶι, Ξέρξης δὲ ὁ υἱὸς βασιλεύει, ἔ[τη]
65a [ΗΗ]ΔΔ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἀριστείδου.
50.65b ἀφ’ οὗ Αἰσχύλος ὁ ποιητὴς τραγωιδίαι πρῶτον ἐνίκησε, καὶ Εὐριπίδης ὁ ποιητὴς ἐγένετο, καὶ Στησίχορος ὁ ποιητὴς εἰ[ς]
66a τὴν Ἑλλάδα ἀ[φίκετ]ο, ἔτη ΗΗΔΔΙΙ, ἄρχοντος Ἀθήνησιν Φιλοκράτους.
51.66b ἀφ’ οὗ Ξέρξης τὴν σχεδίαν ἔζευξεν ἐν Ἑλλησπόντωι καὶ τὸν Ἄθω διώρυξε καὶ ἡ ἐν Θερμο[πύ]-
67a λαις μάχη ἐγένετο καὶ ναυμαχία τοῖς Ἕλλησι περὶ Σαλαμῖνα πρὸς τοὺς Πέρσας, ἣν ἐνίκων οἱ Ἕλληνες, ἔτη ΗΗΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησι Καλλιάδου.
52.67b                                                 ἀφ’ οὗ ἡ ἐν
68 Πλαταιαῖς μάχη ἐγένετο Ἀθηναίοις πρὸς Μαρδόνιον τὸν Ξέρξου στρατηγόν, ἣν ἐνίκων Ἀθηναῖοι, καὶ Μαρδόνιος ἐτελεύτησεν ἐν τῆι μάχηι, καὶ τὸ πῦρ ἐρύη ἐ[ν]
69a [Σ]ι[κ]ελίαι περὶ τὴν Αἴτνην, ἔτη ΗΗΔ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ξανθίππου(!).
53.69b ἀφ’ οὗ Γ[έ]λων ὁ Δεινομένους [Συρακουσσῶν] ἐτυράννευσεν ἔτη ΗΗΔ𐅃, ἄρχοντος Ἀθήνησι Τιμοσθέν[ου].
54.70 [ἀ]φ’ οὗ Σιμωνίδης ὁ Λεωπρέπους ὁ Κεῖος ὁ τὸ μνηνονικὸν εὑρὼν ἐνίκησεν Ἀθήνησι διδάσκων, καὶ αἱ εἰκόνες ἐστάθησαν Ἁρμοδίου καὶ Ἀριστογείτονος, ἔτη ΗΗΔΙΙΙΙ
71a ἄρχοντος Ἀθήνησιν [Ἀ]δειμάντου.
55.71b ἀφ’ οὗ Ἱέρων Συρακουσσῶν ἐτυράννευσεν, ἔτη ΗΗ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Χ[άρ]ητος· ἦν δὲ καὶ Ἐπίχαρμος ὁ ποιητὴς κατὰ τοῦ-
72a τον.
56.72b ἀφ’ οὗ Σοφοκλῆς ὁ Σοφίλλου ὁ ἐκ Κολωνοῦ ἐνίκησε τραγωιδίαι ἐτῶν ὢν ΔΔ𐅃ΙΙΙ, ἔτη ΗΗ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἀψηφίωνος(!).
57.72c                     ἀφ’ οὗ ἐν Αἰγὸς ποταμοῖς ὁ λίθος ἔπεσε,
73a καὶ Σιμωνίδης ὁ ποιητὴς ἐτελεύτησεν βιοὺς ἔτη 𐅄ΔΔΔΔ, ἔτη ΗΗ𐅃, ἄρχοντος Ἀθήνησι Θεαγενίδου.
58.73b              ἀφ’ οὗ Ἀλέξανδρος ἐτελεύτησεν, ὁ δὲ υἱὸς Περδίκ-
74a κας Μακεδόνων βασιλεύει, ἔτη Η𐅄ΔΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Εὐθίππου.
59.74b ἀφ’ οὗ Αἰσχύλος ὁ ποιητὴς βιώσας ἔτη 𐅄Δ𐅃ΙΙΙΙ ἐτελεύτησεν ἐγ [Γέ]-
75a [λ]αι τῆς Σικελίας, ἔτη Η𐅄ΔΔΔΔΙΙΙ, ἄρχοντος Αθήνησι Καλλέου τοῦ προτέρου.
60.75b ἀφ’ οὗ Εὐριπίδης ἐτῶν ὢν ΔΔΔΔΙΙΙ{Ι} τραγωιδίαι πρῶτον ἐνίκησεν, ἔτη Η𐅄Δ[Δ𐅃ΙΙΙΙ],
76a [ἄρχ]οντος Ἀθήνησι Διφί[λου· ἦ]σαν δὲ κατ’ Εὐριπίδην Σωκράτης τε καὶ Ἀναξαγόρας.
61.76b ἀφ’ οὗ Ἀρχέλαος Μακεδόνων βασιλεύει Περδίκκου τελευτήσαντος, ἔτη Η[𐅄𐅃ΙΙ],
77a [ἄρχ]οντος Ἀθήνησιν Ἀστυφίλου.
62.77b ἀφ’ οὗ Διονύσιος Συρακουσσῶν ἐτυράννευσεν, ἔτη ΗΔΔΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Εὐκτήμονος.
63.77c ἀφ’ οὗ Εὐριπίδης βι[ώσας ἔτη 𐅄ΔΔ𐅃ΙΙ]
78a [ἐτε]λεύτησεν, ἔτη ΗΔΔΔΔ𐅃, ἄρχοντος Ἀθήνησι Ἀντιγένους.
64.78b [φ]’ οὗ Σο[φ]οκλῆς ὁ ποιητὴς βιώσας ἔτη 𐅄ΔΔΔΔΙΙ(?) ἐτελεύτησεν, καὶ Κῦρος ἀνέβ[η, ἔτη ΗΔΔΔΔΙΙ(?)]
79a [ἄρχ]οντος Ἀθήνησι Καλλίου τοῦ προτέρου.
65.79b ἀφ’ οὗ Τελέστης Σελινούντιος [ἐ]νίκησεν Ἀθήνησιν, ἔτη ΗΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Μίκωνος.
66.79c ἀφ’ οὗ [κατῆλθον οἱ Ἕλληνες οἱ]
80a [μετ]ὰ Κύρου ἀναβάντες, καὶ Σωκράτης ὁ φιλόσοφος ἐτελεύτησεν βιοὺς ἔτη 𐅄ΔΔ, ἔτη ΗΔΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Λάχητος.
67.80b ἀφ’ οὗ Ἀρ[ι]στ[όνους ὁ κιθαρωιδὸς ἐνίκη]-
81a [σεν] Ἀθήνησιν, ἔτη ΗΔΔΔ𐅃, ἄρχοντος Ἀθήνησιν Ἀριστοκράτους.
68.81b ἀφ’ οὗ Π[ολ]ύιδος Σηλυμβριανὸς διθυράμβωι ἐνίκησεν Ἀθήνησιν ἔτη Η[Δ—, ἄρχοντος Ἀθήνησιν — —].
69.82a [ἀφ’] οὗ Φιλόξενος διθυραμβοποιὸς τελευτᾶι βιοὺς ἔτη 𐅄𐅃, ἔτη ΗΔ𐅃Ι, ἄρχοντος Ἀθήνησιν Πυθέου.
70.82b ἀφ’ οὗ Ἀναξανδρίδης ὁ κωμ[οιδοποιὸς ἐνίκησεν Ἀθήνησιν, ἔτη ΗΔ—, ἄρχοντος]
83a Ἀθήνησι Καλλέου.
71.83b ἀφ’ οὗ Ἀστυδάμας Ἀθήνησιν ἐνίκησεν, ἔτη Η𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἀστείου· κατεκάη δὲ τότε κα[ὶ ὁ ἐν Δελφοῖς ναός].
72.83c [ἀφ’ οὗ ἡ ἐν Λεύκτροις μάχη]
84 [ἐ]γένετο Θηβαίων καὶ Λακεδαιμονίων, ἣν ἐνίκων Θηβαῖοι, ἔτη Η𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Φρασικλείδου· καὶ Ἀλ[έξανδρος ὁ Ἀμύντου κατὰ τοῦτον Μακεδόνων]
85a βασιλεύει.
73.85b ἀφ’ οὗ Στησίχορος ὁ Ἱμερ[α]ῖος ὁ δεύτερος ἐνίκησεν Ἀθήνησιν, καὶ οἰκίσθη Μεγάλη πόλι[ς, ἔτη Η𐅃Ι {²⁷Η𐅃?}²⁷, ἄρχοντος Ἀθήνησιν — —].
74.86 ἀφ’ οὗ Διονύσιος Σικελιώτης ἐτελεύτησεν, ὁ δὲ υἱὸς Διονύσιος ἐτυράννευσεν, καὶ Ἀλέ[ξα]ν[δ]ρ[ος τελευτᾶι, Περδίκκας δὲ ὁ Ἀμύντου Μακεδόνων βα]-
87a σιλεύει, ἔτη ΗΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ναυσιγένους.
75.87b ἀφ’ οὗ Φωκεῖς τὸ ἐν Δελφοῖς μα[ντεῖον κατέλαβον — — — ἔτη —, ἄρχοντος Ἀθή]-
88a νησι Κηφισοδώρου(!).
76.88b ἀφ’ οὗ Τιμόθεος βιώσας ἔτη 𐅃ΔΔΔΔ ἐτελεύτησεν, ἔτ[η — —,] [ἄρχοντος Ἀθήνησιν — —].
77.88c [ἀφ’ οὗ Φίλιππος ὁ Ἀμύντου Μα]-
89a κεδόνων βασιλεύει καὶ Ἀρτοξέρξης ἐτελεύτησεν, Ὦχος δὲ ὁ υἱὸς β[ασιλεύει, ἔτη — —, ἄρχοντος Ἀθήνησιν — — —].
78.89b ἀφ’ οὗ {²poeta}² Ἀθήνη]-
90 [σι] ἐνίκησεν, ἔτη 𐅄ΔΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἀγαθοκλε[ί]ους.
79.91 [ἀφ’ οὗ — — — — — — — — ἐγ]ένετο, ἔτη 𐅄ΔΔΔΔΙ, ἄρχοντος Ἀθήνησι Καλλιστ[ράτου· — — — — —]
92a [— ἐπὶ τού]του.
80.92b ἀφ’ οὗ Καλλι[— — — — — —]
93 [ἔτ]η 𐅄— —, ἄρχοντος [Ἀθήνησιν — —].
81/100.101                 {²lacuna. Anni c.89-c.75.}²
101.101a [ἀφ’ οὗ — — — — — — — — — — —]δο[— — —].
102.101b [ἀφ’ οὗ — —]
102a [․․․․․ Φίλιππος ἐτ]ε[λε][τησε]ν, Ἀ[λέξανδρ]ος δὲ βασιλεύει, ἔτη 𐅄ΔΔΙΙ, ἄρχοντος Ἀθήνησι Πυθοδήλου.
103.102b ἀφ’ οὗ Ἀλέξανδρος εἰς Τριβαλλοὺς καὶ Ἰλλυρίους ἐστρά[τευσε]
103 καὶ Θηβαίων ἐπαναστάντων καὶ τὴμ φρουρὰν πολιορκούντων ἐπανελθὼν κατὰ κράτος
104a λαβὼν τὴν πόλιν κατέσκαψεν, ἔτη 𐅄ΔΔΙ, ἄρχοντος Ἀθήνησι Εὐαινέτου.
104.104b ἀπὸ τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν καὶ μάχης περὶ τὸν Γράνικον, καὶ ἀπὸ τῆς ἐν Ἰσσῶι μάχης Ἀλεξάνδρωι πρὸς Δαρεῖον ἔτη 𐅄ΔΔ, ἄρχοντος Ἀθήνησι
105a Κτησικλείους.
105.105b ἀφ’ οὗ Ἀλέξανδρος Φοινίκης καὶ Κύπρου καὶ Αἰγύπτου ἐκυρίευσε, ἔτη 𐅄Δ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησι Νικοκράτους.
106.105c ἀπὸ τῆς Ἀλεξάνδρου πρὸς Δαρεῖον μάχη[ς]
106a τῆς περὶ Ἄρβηλα, ἣν ἐνίκησεν Ἀλέξανδρος, καὶ Βαβυλὼν ἥλω, καὶ ἀφῆκε τοὺς συμμάχους, καὶ Ἀλεξάνδρεια ἐκτίσθη, ἔτη 𐅄Δ𐅃ΙΙΙ ἄρχοντος Ἀθήνησιν Νικήτου.
107.106b ἀφ’ οὗ
107a Κάλλιππος ἀστρολογίαν ἐξέθηκεν καὶ Ἀλέξανδρος Δαρεῖον ἔλαβεν, Βῆσον δὲ ἐκρέμασεν, ἔτη 𐅄Δ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἀριστοφῶντος.
108.107b ἀφ’ οὗ Φιλήμων ὁ κωμοιδο-
108a ποιὸς ἐνίκησεν, ἔτη 𐅄ΔΙΙΙΙ, ἄρχοντος Ἀθήνησι Εὐθυκρίτου· ὠικίσθη δὲ πρὸς τῶι Τανάϊ πόλις ἑλληνίς.
109.108b ἀπὸ τῆς Ἀλεξάν[δ]ρου μεταλλαγῆς καὶ Πτολεμαίου Αἰγύπτο[υ]
109a κυριεύσεως ἔτη 𐅄𐅃, ἄρχοντος Ἀθήνησι Ἡγησίου.
110.109b ἀπὸ τοῦ πολέμου τοῦ γενομένου περὶ Λαμίαν Ἀθηναίοις πρὸς Ἀντίπατρον, καὶ ἀπὸ τῆς ναυμαχίας
110a τῆς γενομένης Μακεδόσιν πρὸς Ἀθηναίους περὶ Ἀμοργόν, ἣν ἐνίκων Μακεδόνες, ἔτη 𐅄𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Κηφισοδώρου.
111.110b ἀφ’ οὗ Ἀντίπατρος Ἀ-
111a θήνας ἔλαβε καὶ Ὀφέλας Κυρήνην, ἀποσταλεὶς ὑπὸ Πτολεμαίου, ἔτη 𐅄𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Φιλοκλέους.
112.111b ἀφ’ οὗ Ἀντίγονος εἰς τὴν Ἀσίαν διέβη
112a καὶ Ἀλέξανδρος εἰς Μέμφιν ἐτέθη καὶ Περδίκκας εἰς Αἴγυπτον στρατεύσας ἐτελεύτησεν καὶ Κράτερος καὶ Ἀριστοτέλης ὁ σοφιστὴς ἐτελεύτη-
113a σεν, ἔτη 𐅄𐅃ΙΙ, βιοὺς ἔτη 𐅄, ἄρχοντος Ἀθήνησι Ἀρχίππου· ἐπορεύθη δὲ καὶ Πτολεμαῖος εἰς Κυρήνην.
113.113b ἀπὸ τῆς Ἀντιπάτρου τελευτῆς, Κασσάνδρου δὲ ἀποχωρήσεως
114 ἐγ Μακεδονίας καὶ ἀπὸ τῆς ἐγ Κυζίκωι πολιουρκίας, ἣν ἐπολιούρκησεν Ἀριδαῖος, καὶ ἀφ’ οὗ Πτολεμαῖος ἔλαβεν Συρίαν καὶ Φοινίκην, ἔτη 𐅄𐅃, ἄρχοντος Ἀθή-
115a νησι Ἀπολλοδώρου· τῶι δ’ αὐτῶι ἔτει τούτωι καὶ Ἀγαθοκλῆν Συρακόσιοι εἵλοντο ἐπὶ τῶν ἐρυμάτων τῶν ἐν Σικελίαι αὐτοκράτορα στρατηγόν.
114.115b ἀπὸ τῆς Κλείτου
116a [ν]αυμα[χί]ας καὶ Νικάνορος περὶ τὸ ἱερὸν τὸ Καλχηδονίων, καὶ ὅτε Δημήτριος νόμους ἔθηκεν Ἀθήνησιν, ἔτη 𐅄ΙΙΙ, ἄρχοντος Ἀθήνησι Δημογένους.
115.116b ἀφ’ οὗ
117 Κάσσανδρος εἰς Μακεδονίαν κατῆλθεν καὶ Θῆβαι οἰκίσθησαν καὶ Ὀλυμπιὰς ἐτελεύτησεν καὶ Κασσάνδρεια ἐκτίσθη καὶ Ἀγαθοκλῆς Συρακουσ-
118a σ[ῶ]ν ἐτυράννευσεν, ἔτη 𐅄ΙΙ, ἄρχοντος Ἀθήνησι Δημοκλείδ[ου]·
ἐνίκα δὲ καὶ Μένανδρος ὁ κωμοιδοποιὸς Ἀθήνησιν τότε πρῶτον.
116.118b ἀφ’ οὗ Σωσιφά-
119a νης ποιητὴς τελευτᾶι, ἔτη ΔΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος [Ἀθήνη]σιν [Θ]εο[φρ]άστου, [β]ι[οὺς ἔτη Δ]ΔΔΔ𐅃.
117.119b ἀφ’ οὗ ὁ ἥλιος ἐξέλιπεν καὶ Πτολεμαῖος Δημήτριον ἐνίκα ἐν
120a Γάζει καὶ Σέλευκον ἀπέστειλεν εἰς Βαβυλῶνα, ἔτη Δ[ΔΔΔ]𐅃ΙΙΙ, ἄ[ρχ]οντο[ς Ἀθήνη]σιν Πο[λέμ]ωνος.
118.120b ἀφ’ [οὗ Ν]ι[κ]οκρέων ἐτελεύτησεν καὶ Πτολεμαῖος κυρι-
121a εύει τῆς νήσου, ἔτη ΔΔΔΔ𐅃ΙΙ, ἄ[ρχ]οντος Ἀθ[ήνη]σ[ιν]
Σι[μωνίδ]ου.
119.121b ἀφ’ οὗ Ἀλ[έξ]α[νδρος ὁ Ἀλεξάνδρου τ]ελ[ε]υτᾶι καὶ ἕτερος ἐκ τῆς Ἀρταβάζου θυγατρὸς Ἡρα-
122a κλῆς, καὶ Ἀγαθοκλῆς διέβη εἰς Καρχηδ[όνα — — —c.36— — —, ἔτη Δ]ΔΔΔ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἱερομνήμονος.
120.122b ἀφ’ οὗ Λ[υ]-
123 [σι]μάχεια πόλις ἐκτίσθη, καὶ Ὀφέλας [ε][ς Κα]ρχ[ηδόνα στρατεύσας — — —c.30— — — κ]αὶ Πτολεμαῖος ὁ υἱὸς ἐγ Κῶι ἐγένετο καὶ Κλ[εο]-
124a [π]άτρα ἐν Σάρδεσιν ἀπέθαν[εν καὶ ὁ σωτὴρ Πτολεμαῖος εἰς τὴν Ἑλλάδα διέβη(?), ἔτη ΔΔΔΔ𐅃, ἄρχοντος Ἀθήνη]σ[ι Δη]μ[ητ]ρίου.
121.124b ἀφ’ οὗ Δημήτριος ὁ Ἀντιγόνου τὸ[μ]
125a [Π]ειραιᾶ πολιορκήσας ἔλαβε[ν καὶ Δημήτριος ὁ Φαληρεὺς(?) Ἀθήνας] [παρέδωκεν(?), ἔτη ΔΔΔΔΙΙΙΙ, ἄρχοντος] Ἀθήνησι Καιρίμου.
122.125b ἀφ’ οὗ Δημήτριος Μουνυχίαν κατ[έ]-
126 σκαψεν καὶ Κύπρον ἔλαβεν καὶ Φίλα π․․․․․․․․․․․․․․․․․․․․․․․ον — — —c.23— — —σ․․ου [ἔτη Δ]ΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἀναξικράτου[ς].
123.127a ἀφ’ οὗ Σωσιφάνης ὁ ποιητὴς [ἐ]γ[ένετο καὶ ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] [ἔτη ΔΔΔΔΙΙ, ἄρχοντος Ἀθήνη]σ[ι Κ]οροίβου.
124.127b ἀπὸ τῆς πε[ρ]ὶ Ῥόδον πολιορκίας, καὶ ἀφ’ ο[ὗ]
128a [Πτ]ολεμαῖος τὴν βασιλείαν παρ[έ]λ[α]β[εν, ἔτ]η [ΔΔΔΔΙ, ἄρχοντος Ἀθήνησι Εὐξενίππου].
125.128b [ἀπὸ τῶ]ν σ[ε]ι[σ]μῶν τῶν [γε]νομένων καθ’ Ἰωνίαν, καὶ ὅτε Δημήτριος Χαλκ[ί]-
129a [δα ἔλαβ]εν καθ’ ὁμολογίαν καὶ πρεσ[βε— — —c.42— — — Δη]μητρίου, [ἔ]τ[η] ΔΔΔΔ, ἄρχοντος Ἀθήνησι Φερεκλείους.
126.129b ἀφ’ οὗ
130a [κομήτης ἀσ]τὴρ ἐφ[ά]ν[η] καὶ Λυσίμαχ[ο]ς [εἰς τὴν Ἀσίαν διέβη(?), ἔτη] [ΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησι] Λ[εωστ]ρ[άτου].
127.130b [ἀφ’] οὗ [δ]ιάλυσις Κασσάνδρωι καὶ Δημητρίωι
131 [ἐγένετο ․․․․․]ν․․․․․․․․․ Κασσ[α]ν[δ]ρο[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ Ἀντίγονος ἐτελεύτη]σ[εν, ἔτη ΔΔΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Νικοκλείους.
128.132 [ἀφ’ οὗ ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ Δημητ]ρίου εἰς Χαλκίδα ἀνα[β]ολῆς, Ἀθηναῖοι δὲ Κάσ-
[σανδρ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ․․․․․․]ιωι Πτολεμαι[․․․․․․, ἔ]τη ΔΔΔ𐅃,
[ἄρχοντος Ἀθηνησι Εὐκτήμονος].
Search Help
Contact Us