[ ]
Paros — 2nd c. AD
| 1 | {²A.}² "φράζε, τίνος γονέως, σέο τ’ οὔνομα καὶ πόσιν αὔδ[α], |
| καὶ χρόνον εἰπέ, γύ{γυ}ναι {²⁶γύναι}²⁶, καὶ πόλεως ὅθεν εἶ." —— | |
| {²B.}² "Νείκανδρος γεν[έ]τωρ, πατρὶς Πάρος, οὔνομα δὲ ἦν μοι | |
| Σωκράτεα, φθιμένην Παρμενίων δὲ ἔθετο | |
| 5 | σύνλ[ε]κτρος τύμβῳ με, χάριν δέ μοι ὤπασε τήνδε |
| εὐδόξου ζωᾶς μνῆμα καὶ ἐσσομένοις· | |
| καί μ[ε] πικρὰν νεαροῖο βρέφους ἀφύλακτος Ἐρεινὺς | |
| αἱμορύτοιο νόσωι τερπνὸν ἔλυσε βίον· | |
| οὔθ’ ὑπ’ ἐμαῖς ὠδεῖσι τὸ νήπιον εἰς φάος ἦγον, | |
| 10 | ἀλλ’ ὑπὸ γαστρὶ φίλαι κεύθεται ἐμ φθιμένοις· |
| τρισσᾶς ἐκ δεκάδος δὲ πρὸς ἓξ ἐτέων χρόνον ἦλθον | |
| ἀνδρὶ λιποῦσα τέκνων ἀρσενόπαιδα γονάν· | |
| δισσὰ δὲ πατρὶ λιποῦσα καὶ ἱμερτῶι [σ]υνομεύνωι | |
| αὐτὰ ὑπὸ τριτάτωι τόνδε λέλονχα τόπον." —— | |
| 15 | {²A.}² "ἀλλὰ σύ, παμβασίληα θεά, πολυώνυμε κούρα, |
| τήνδε ἄγε ἐπ’ εὐσεβέων χῶρον ἔχουσα χερός." —— | |
| {²B.}² "τοῖς δὲ παρερχομένοισι θεὸς τέρψιν τινὰ δῴη | |
| εἴπασιν χαίρειν Σωκράτεαν κατὰ γῆς." | |
| Διονύσιος Μάγνης ποιητὴς ἔγραψεν. |