[ ]
Paros — 3rd c. AD
| 1 | ψ(ήφισμα) β(ουλῆς) δ(ήμου). |
| τὴν ἀξιολογωτάτην καὶ πάντα ἀρίστην Αὐρ. Λείτην Θεοδότου, γυναῖκα δὲ τοῦ πρώτου τῆς πό- | |
| λεως Μ. Αὐρ. Φαύστου ἀρχιερέως ἐκ προγόνων διὰ βίου τῶν Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ καὶ Καισάρων, καί Καβάρνου καὶ γυμνα- | |
| σιάρχου, τὴν γυμνασίαρχον ἐν ᾧ κατεσκεύασεν καὶ ἀνενεώσατο ἀπὸ πολυετοῦς χρόνου πεπονηκότ[ι] | |
| 5 | γυμνασίῳ ἡ λαμπροτάτη Παρίων πόλις ἡ πατρὶς ἀντὶ πολλῶν καὶ μεγάλων, τειμὴν λαμβάνουσα <μᾶλλον> |
| ἢ διδοῦσα, κα[θ’] ἃ πολλάκις ἐψηφίσατο, ἀνέστησεν αὐτὴν ἐν ἀνδριάντι μαρμαρίνῳ, τὴν φιλόσο- | |
| φον καί φίλανδρον καὶ φιλόπαιδα καὶ φιλόπατριν — — — — — — — — — — | |
| τὴν σοφίαν φορέουσαν ἀριστοτόκιαν ἄκοιτιν | |
| Λείτην κυδ[άλιμος] Φαῦστος ἀπηγλάϊσεν. |