IG XII,5 292
[ ] Paros — 3rd c. AD
1                 ψ(ήφισμα) β(ουλῆς) δ(ήμου).
τὴν ἀξιολογωτάτην καὶ πάντα ἀρίστην Αὐρ. Λείτην Θεοδότου, γυναῖκα δὲ τοῦ πρώτου τῆς πό-
λεως Μ. Αὐρ. Φαύστου ἀρχιερέως ἐκ προγόνων διὰ βίου τῶν Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ καὶ Καισάρων, καί Καβάρνου καὶ γυμνα-
σιάρχου, τὴν γυμνασίαρχον ἐν ᾧ κατεσκεύασεν καὶ ἀνενεώσατο ἀπὸ πολυετοῦς χρόνου πεπονηκότ[ι]
5 γυμνασίῳ ἡ λαμπροτάτη Παρίων πόλις ἡ πατρὶς ἀντὶ πολλῶν καὶ μεγάλων, τειμὴν λαμβάνουσα <μᾶλλον>
ἢ διδοῦσα, κα[θ’] ἃ πολλάκις ἐψηφίσατο, ἀνέστησεν αὐτὴν ἐν ἀνδριάντι μαρμαρίνῳ, τὴν φιλόσο-
      φον καί φίλανδρον καὶ φιλόπαιδα καὶ φιλόπατριν — — — — — — — — — —
τὴν σοφίαν φορέουσαν ἀριστοτόκιαν ἄκοιτιν
Λείτην κυδ[άλιμος] Φαῦστος ἀπηγλάϊσεν.
Search Help
Contact Us