[ ]
Paros — 2nd c. BC
| 1 | τύχη ἀγαθή. |
| [ἔδο]ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Μυρμιδὼν Εὐ- | |
| [μέν]ου εἶπεν· ἐπεὶ οὖν Κίλλος Δημητρίου | |
| [ἀνὴ]ρ ἀγαθὸς ὢν καὶ συμφέρων τεῖ πόλει πρό- | |
| 5 | [τερ]όν τε ἀγορανομήσας ἦρξεν τὴν ἀρχὴν |
| [καλ]ῶς καὶ δικαίως καὶ ἀκολούθως τοῖς | |
| [νόμ]οις, ἐφ’ οἷς ὁ δῆμος ἐτίμησεν αὐτὸν | |
| [ταῖ]ς ἁρμοζούσαις τιμαῖς· καταστα- | |
| [θεί]ς τε καὶ ἐπ’ ἄρχοντος Γόργου <ἐπὶ> τὴν αὐτὴν | |
| 10 | [ἀρχ]ὴν ὑπερέθετο τεῖ φιλοπονίαι, τὴν πᾶσαν |
| [σπ]ουδὴν εἰσενεγκάμενος, ὅπως ὁ δῆμος | |
| [ἐν] εὐετηρίαι καὶ δαψιλείαι ὑπάρχει, | |
| [χρ]ώμενος ἄρτοις καὶ ἀλφίτοις ὡς ἀξι- | |
| [ωτ]άτοις καὶ βελτίστοις, περί τε τῶν μισ- | |
| 15 | [θο]ῦ ἐργαζομένων καὶ τῶν μισθουμένων |
| [αὐ]τούς, ὅπως μηδέτεροι ἀδικῶνται | |
| [ἐφ]ρόντιζεν, ἐπαναγκάζων κατὰ τοὺς νό- | |
| [μους] τοὺς μὲν μὴ ἀθετεῖν ἀλλὰ ἐπὶ τὸ ἔρ- | |
| [γον] πορεύεσθαι, τοὺς δὲ ἀποδιδόναι τοῖς | |
| 20 | [ἐργ]αζομένοις τὸν μισθὸν ἄνευ δίκης· τῶν |
| [τε] ἄλλων τῶν κατὰ τὴν ἀρχὴν τὴν καθήκου- | |
| [σα]ν ἐπιμέλειαν ἐποιήσατο κακοπαθίαν οὐδε- | |
| [μία]ν περικάμψας, ἀκόλουθα δὲ πράττων τοῖς | |
| [τε] νόμοις καὶ τῆι τοῦ βίου ἀναστροφεῖ καὶ ταῖς | |
| 25 | [ἀρχ]αῖς αἷς ἦρξεν πρὸ τῆς ἀγορανομίας· |
| [ὅπ]ως οὖν καὶ ὁ δῆμος φαίνηται τὰς κατα- | |
| [ξία]ς τιμὰς ἀπονέμων τοῖς ὑπερτιθεμένοις | |
| [εἰς] αὐτὸν τῆι φιλοτιμίαι, ἀγαθεῖ τύ[χε]ι, | |
| [δεδ]όχθαι ἐπαινέσαι Κίλλον Δημητρίου καὶ | |
| 30 | [στε]φανῶσαι αὐτὸν χρυσῶι στεφάνωι |
| [καὶ] εἰκόνι μαρμαρίνει ἀρετῆς ἕνεκεν καὶ φι— | |
| [λο]τιμίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆμον, | |
| [καὶ] ἀνειπεῖν τὸν στέφανον Διονυσίων τῶν | |
| [μεγ]άλων, τραγωιδῶν τῶι ἀγῶνι, δηλοῦντας | |
| 35 | [τὰ]ς αἰτίας δι’ ἃς ἐστεφάνωκεν αὐτὸν |
| [ὁ δῆ]μος· τῆς δὲ ἀναγορεύσεως τοῦ στεφά- | |
| [νου] ἐπιμεληθῆναι τοὺς ἄρχοντας ἐφ’ ὧν ἂν | |
| [πρ]ῶτον Διονύσια τὰ μεγάλα ἄγωμεν. | |
| [ἐπ]ελθὼν δὲ καὶ Δεξίοχος ἐπὶ μὲν ταῖς τ[ι]- | |
| 40 | [μαῖ]ς ταῖς ψηφιζομέναις τῶι πατρὶ αὐτοῦ ἔφη |
| [εὐχ]αριστεῖν τῶι δήμωι, τὸ δὲ ἀργύριον τὸ εἰς | |
| [τὴν] εἰκόνα καὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος δώ- | |
| [σει]ν αὐτός· ὅπως οὖν καὶ ἡ εἰκὼν κατασκευ- | |
| [ασθ]εῖσα σταθεῖ τὴν ταχίστην ἐν τῶι ἀγορανο- | |
| 45 | [μίωι] οὗ ἂν φαίνηται αὐτοῖς, μ[ηδὲν] βλάπτου- |
| [σα] τῶν ἀναθημάτων, καὶ τὸ [ψήφισ]μα ἀναγρα- | |
| [φὲ]ν εἰς στήλην λιθίνην στα[θεῖ παρ]ὰ τὴν εἰκό- | |
| [να], ἐπιμεληθῆναι Δεξίοχον κα[θὰ ἐπα]γγέλλεται. | |
| Διόσκοροι. | |
| 50 | [ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Εὐμένης Εὐμέ- |
| [νο]υς εἶπεν· ἐπειδὴ Κίλλος Δημητρίου ἔν τε | |
| [τοῖ]ς ἔμπροσθεν χρόνοις ἀνὴρ ἀγαθὸς ὢν διετέ- | |
| [λει] περὶ τὸν δῆμον καὶ πᾶν τὸ συμφέρον πράσσων | |
| [καὶ] κοινεῖ τεῖ πόλει καὶ ἰδίαι τοῖς ἐντυνχάνου- | |
| 55 | [σιν αὐτ]ῶι νῦν τε πολέμαρχος αἱρεθεὶς καὶ |
| [τυ]χόντος αὐτῶι τοῦ ἱεράζειν τοῖς Διοσκό- | |
| [ροις] ἐν τῆι θυσίαι τεῖ γινομένει τοῖς Θεοξενίοις, | |
| [βουλ]ό[μενο]ς συνεπαύξειν τοῖς θεοῖς τὴν πανή- | |
| [γυρ]ιν κ[αὶ ἅ]παντας μετέχειν τῶν ἱερῶν, ἐπελθὼν | |
| 60 | [ἐπὶ] τὸν δῆμον ἐπαγγέλλεται δημοθοινήσειν |
| [ἐν τ]οῖς Θεοξενίοις, δεδόχθαι τῶι δήμωι ἐπαι- | |
| [νέ]σαι Κίλλον Δημητρίου ἐπί τε τεῖ πρὸς τοὺς θε- | |
| [οὺς] εὐσεβείαι καὶ τεῖ πρὸς τὸν δῆμον εὐνοίαι, τὴν | |
| [δὲ] δημοθοινίαν συντελέσαι αὐτὸν ἐν τῶι | |
| 65 | γυμνασίωι. |